Ancient Greek
Chapter 69
Hero of Alexandria, Liber geeponicus [Sp.] 69
Not analysed yet
Ἀψίδα μετρῆσαι, ἧς ἡ διάμετρος ποδῶν ζ΄, ἡ δὲ κάθετος κατὰ τὸ ἥμισυ τῆς διαμέτρου ποδῶν γ΄ Ϲ, καὶ ἡ περίμετρος ποδῶν ια΄· εὑρεῖν αὐτῆς τὸ ἐμβαδόν· ποίει οὕτως· τὰ ζ΄ τῆς διαμέτρου ἐπὶ τὰ ια΄ τῆς περιμέτρου γίνονται πόδες οζ΄· τούτων τὸ δ˝ γίνονται πόδες ιθ΄ δ˝· τοσούτων ἔσται τὸ ἐμβαδόν.