Ancient Greek
Chapter 78
Hero of Alexandria, Liber geeponicus [Sp.] 78
Not analysed yet
Εὑρεῖν δύο χωρία τετράγωνα, ὅπως τὸ τοῦ πρώτου ἐμβαδὸν τοῦ δευτέρου ἐμβαδοῦ ἔσται τριπλάσιον· ποιῶ οὕτως· τὰ γ΄ κύβισον· γίνονται κζ΄· ταῦτα δὶς γίνονται νδ΄· νῦν ἆρον μονάδα α΄· λοιπὸν νγ΄· ἔσται οὖν ἡ μὲν μία πλευρὰ ποδῶν νϚ΄, ἡ δὲ ἑτέρα πλευρὰ ποδῶν νδ΄. καὶ τοῦ ἄλλου χωρίου οὕτως· θὲς ὁμοῦ τὰ νγ΄ καὶ τὰ νδ΄· γίνονται πόδες ρζ΄· ταῦτα ποίει ἐπὶ τὰ γ΄ λοιπὸν γίνονται πόδες τιη΄· ἔσται οὖν ἡ τοῦ προτέρου πλευρὰ ποδῶν τιη΄· ἡ δὲ ἑτέρα πλευρὰ ποδῶν γ΄· τὰ ἐμβαδὰ τοῦ ἑνὸς γίνονται τμδ΄, καὶ τοῦ ἄλλου πόδες βωξβ΄.