Ancient Greek
Chapter 79
Hero of Alexandria, Liber geeponicus [Sp.] 79
Not analysed yet
Εὑρεῖν χωρίον χωρίου τῇ περιμέτρῳ ἴσον, τὸ δὲ ἐμβαδὸν τετραπλάσιον· τὰ δ΄ κύβισον ἐφ᾿ ἑαυτά· γίνονται πόδες ξδ΄· ἆρον μονάδα α΄· λοιπὸν γίνονται πόδες ξγ΄· τοσούτου ἑκάστη τῶν περιμέτρων τῶν δύο παραλλήλων πλευρῶν. διαστεῖλαι οὖν τὰς πλευράς· ποιῶ οὕτως· θὲς τὰ δ΄· ἆρον μονάδα μίαν· λοιπὸν γ΄· ἡ μία οὖν πλευρὰ ποδῶν γ΄· ἡ δὲ ἑτέρα πλευρὰ οὕτως· τῶν ξγ΄ ἆρον τὰ γ΄· λοιπὸν μένουσι πόδες ξ΄· τοῦ δὲ ἑτέρου χωρίου ποίει οὕτως· τὰ δ΄ ἐφ᾿ ἑαυτὰ γίνονται πόδες ιϚ΄· ἀπὸ τούτων ἆρον μονάδα μίαν· λοιπὸν γίνονται πόδες ιε΄· τοσούτων ἔσται ἡ πρώτη πλευρά . ἡ δὲ ἑτέρα πλευρὰ οὕτως· ἆρον τὰ ιε΄ τῶν ξγ΄· λοιπὸν γίνονται μη΄· ἔσται ἡ ἄλλη πλευρὰ ποδῶν μη΄· τὸ δὲ ἐμβαδὸν τοῦ ἑνὸς ποδῶν ψκ΄, καὶ τοῦ ἄλλου ποδῶν ρπ΄·