Ancient Greek
Chapter 87
Hero of Alexandria, Liber geeponicus [Sp.] 87
Not analysed yet
Ἔστω οἶκος ἔχων τὸ μῆκος πόδας κ΄, καὶ τὸ πλάτος πόδας ιγ΄ Ϲ, δεῖ δὲ γνῶναι πόσαι εἰς τοῦτον τὸν οἶκον κεραμίδες ἀναβαίνουσιν· ἔστω δὲ ἡ κεραμὶς ποδῶν β΄, τὸ δὲ πλάτος α΄ Ϲ· ποίει οὕτως· ἐπειδὴ κεραμὶς ἡμιπόδιον ὑποτίθεται ὑπὸ τὴν ἑτέραν κεραμίδα, ἄφελε ἀπὸ τοῦ μήκους τῆς κεραμίδος, εἰς ὃν τόπον κατέχει, ἔστι τὸ μῆκος ποδῶν κ΄, τὸ δὲ πλάτος ποδῶν ιγ΄ Ϲ· πολυπλασίασον τὰ κ΄ ἐπὶ ιγ΄ Ϲ· γίνονται σο΄· ταῦτα μέρισον εἰς τὰ β΄ δ˝· γίνονται ρκ΄· τοσαῦται ἀναβήσονται κεραμίδες ἐπὶ τὸν οἶκον.