Ancient Greek · ~1 min
ΙΙ., Chapter 51
Hero of Alexandria, Stereometrica 51.1-2
Not analysed yet
Ἔστω πλοῖον, καὶ ἐχέτω ἀπὸ κορύμβου εἰς κόρυμβον τὸ μὲν μῆκος ποδῶν ν, τὸ δὲ πλάτος ποδῶν ιβ καὶ τὸ βάθος ποδῶν ζ. ποίει οὕτως· τὰ ν ἐπὶ τὰ ιβ· γίνονται χ. ταῦτα ποιῶ ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς ζ γίνονται ,δσ. ταῦτα ποιῶ διʼ ὅλου ἑξάκι· γίνονται β ,εσ. τοσούτους μοδίους χωρήσει τὸ πλοῖον.