Ancient Greek · ~3 min
ΙΙ., Chapter 52
Hero of Alexandria, Stereometrica 52.1-2
Not analysed yet
Πλοῖον μετρήσωμεν, οὗ τὸ μῆκος πηχῶν μη, ἡ δὲ ἔμβασις πηχῶν δ καὶ ἡ διάβασις πρῴρας πηχῶν ϛ, ἡ δὲ ἄνω βάσις πρύμνης καὶ πτέρνης πηχῶν η καὶ ἡ βάσις μέση πηχῶν θ· εὑρεῖν, πόσους μοδίους χωρεῖ. ποίει οὕτως· σύνθες πρώραν καὶ πρύμναν· γίνονται ιδ. τούτων τὸ U+2220΄· γίνονται ζ. τούτοις πρόσθες τὴν διάβασιν τῆς μέσης· ὁμοῦ γίνονται πήχεις ιϛ. τούτων τὸ U+2220ʹ· γίνονται η· τούτους ποιῶ ἐπὶ τὴν βάσιν, ἐπὶ τοὺς δ πήχεις· γίνονται πήχεις λβ. ἐπὶ τὸ μῆκος, ἐπὶ τοὺς μη πήχεις· γίνονται πήχεις ,αφλϛ. ὁ δὲ πῆχυς χωρεῖ Ἰταλικοὺς μοδίους ιβ U+2220΄· γίνονται μόδιοι Μ ,θσ. τοσούτους μοδίους χωρήσει τὸ πλοῖον.