Ancient Greek · ~2 min
ΙΙ., Chapter 62
Hero of Alexandria, Stereometrica 62
Not analysed yet
Πυραμίδα ἐπὶ ἰσοπλεύρου τριγώνου βεβηκυῖαν μετρήσομεν οὕτως· ἔστω ἑκάστη πλευρὰ τῆς βάσεως ἀνὰ ποδῶν λ καὶ τὸ κλίμα ποδῶν κ. ποίει τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ. τούτων τὸ γ΄· γίνονται τ· καὶ τὰ κ ἐφʼ ἑαυτά γίνονται υ. ἐκ τούτων ὑφαιρῶ τὰ τ· λοιπὸν ρ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ι. τοσούτων ἔσται ἡ κάθετος. ἐπεὶ οὖν ἡ κάθετος ποδῶν ι, εὑρεθήσεται τὸ ἐμβαδὸν οὕτως· τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ. τούτων τὸ γʹ καὶ τὸ ιʹ· γίνονται τὸ. τούτων τὸ γʹ· γίνονται ρλ. ταῦτα ἐπὶ τὰ ι τῆς καθέτου· γίνονται πόδες ,ατ. τοσούτων ποδῶν ἔσται τὸ στερεόν.