Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 63
Hero of Alexandria, Stereometrica 63.1
Not analysed yet
Πυραμίδα μετρήσομεν, ἧς τὸ μῆκος ποδῶν κ καὶ τὸ πλάτος ποδῶν κ καὶ τὸ ὕψος ποδῶν ῑϛ· εὑρεῖν αὐτῆς τὰς ὑποτεινούσας πλευρὰς ἑκάστου τοίχου ἔχοντος πάχος ποδῶν β. ποιῶ οὕτως· ἐπειδὴ ἡ πλευρὰ ἔχει ἔξωθεν πόδας κ, τὸ δὲ ἀπὸ τοῦ ἔξωθεν ἐμφώτου ἕως τοῦ μεσοκέντρου, ὡς προεῖπον, τὸ ὕψος ποδῶν ῑϛ, ποίησον οὕτως· τὰ ῑϛ τοῦ ὕψους ἐφʼ ἑαυτά· γίνονται σνϛ· καὶ τὰ ῑ, τουτέστι τὸ U+2220΄ τῆς πλευρᾶς, ἐφʼ ἑαυτά· γίνονται ρ· ὁμοῦ γίνονται πόδες τνϛ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ῑη U+2220΄ δ΄ η΄. τοσούτων ποδῶν ἔσται ἡ ὑποτείνουσα πλευρὰ τοῦ ἑνὸς σκέλους ἕως τοῦ μεσοκέντρου.