Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 63
Hero of Alexandria, Stereometrica 63.2
Not analysed yet
εἰ δὲ θέλεις τὸ στερεὸν τῶν τοίχων εὑρεῖν, ποίει οὕτως· τὴν ὑποτείνουσαν ἐπὶ τὰ ῑ· γίνονται πόδες ρπη U+2220΄ δ΄. τούτων τὸ U+2220΄· γίνονται 𝒢δ δ΄ η΄. ταῦτα ἐπὶ τὸ πάχος, ἐπὶ τοὺς β πόδας· γίνονται ρπη U+2220΄ δ ΄. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ τοίχου τῆς ᾱ πλευρᾶς. ἀλλὰ ἐπειδὴ δ πλευρὰς ἔχει ἡ πυραμίς, γίνονται τῶν δ πλευρῶν πόδες ψνε. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τῶν τοίχων τῆς πυραμίδος.