Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 65
Hero of Alexandria, Stereometrica 65.1
Not analysed yet
Σφαίρας ἡ διάμετρος ποδῶν ῑγ· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποιῶ οὕτως· ῑγ κύβισον· γίνονται ,βρ𝒢ζ. ταῦτα ἑνδεκάκις· β ,δρξζ γίνονται. τούτων τὸ κα΄· γίνονται ,αρν U+2220΄ δ΄ κα΄ πδ΄. τοσούτων ποδῶν τὸ στερεόν. εὑρεῖν δὲ αὐτῆς καὶ τὴν ἐπιφάνειαν. ποίει οὕτως· ῑγ ἐφʼ ἑαυτά· γίνονται ρξθ. ταῦτα καθόλου τετράκις· γίνονται χοϛ. ταῦτα ἑνδεκάκις· γίνονται ζυλϛ. τούτων τὸ ιδ΄· γίνονται φλα ζ΄. τοσούτων ποδῶν ἔσται ἡ ἐπιφάνεια.