Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 64
Hero of Alexandria, Stereometrica 64.1
Not analysed yet
Εἰ δὲ θέλεις εὑρεῖν τῆς στέγης τὸν μόλιβδον ἢ τὸν χαλκὸν ἢ τὸν κέραμον τῆς αὐτῆς πυραμίδος, ποιεῖς οὕτως· τὴν ὑποτείνουσαν, τουτέστι τὰ ῑη U+2220΄ δ΄ η΄, ἐπὶ τοὺς ῑ πόδας· γίνονται πόδες ρπη U+2220΄ δ΄. τούτων ὑφαιρῶ τὸ U+2220΄· λοιπὸν μένουσι πόδες 𝒢δ δ΄ η΄. τοσούτων ποδῶν ἔστιν ἡ ἐπιφάνεια τῆς στέγης τῆς ᾱ πλευρᾶς. ἀλλʼ ἐπειδὴ δ πλευρὰς ἔχει ἡ πυραμίς, ὁμοῦ γίνονται τῶν δ πλευρῶν πόδες τοζ U+2220΄. τοσούτων ἔσται ἡ ἐπιφάνεια τῆς στέγης τοῦ μολίβδου ἢ τοῦ χαλκοῦ ἢ τοῦ κεράμου τῆς πυραμίδος, ποδῶν τοζ U+2220΄, ἐπειδὴ ἀπὸ γ ἔστέγασται ἡ πυραμίς.