Ancient Greek
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 70
Hero of Alexandria, Stereometrica 70.1
Not analysed yet
Τμῆμα μεῖζον ἡμισφαιρίου, οὗ ἡ διάμετρος ποδῶν ῑβ καὶ ἡ κάθετος ποδῶν θ· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· τῆς διαμέτρου τὸ U+2220΄· γίνονται ϛ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται λϛ. ταῦτα καθόλου ἐπὶ γ· γίνονται ρη· καὶ τὴν κάθετον ἐφʼ ἑαυτήν· γίνονται πᾱ. σύνθες ὁμοῦ· γίνονται ρπθ. ταῦτα ἐπὶ τὴν κάθετον· γίνονται ,ᾱψᾱ. ταῦτα ἑνδεκάκις· γίνονται α ηψῑᾱ. τούτων τὸ κα΄· γίνονται ω𝔮ᾱ. τοσούτων ἔσται.