Ancient Greek · ~2 min
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ., Chapter 71
Hero of Alexandria, Stereometrica 71.1
Not analysed yet
Τμῆμα ἦττον ἡμισφαιρίου, οὗ ἡ διάμετρος ποδῶν ῑβ καὶ ἡ κάθετος ποδῶν δ· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· τῆς διαμέτρου τὸ U+2220΄· γίνονται ϛ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται λϛ. ταῦτα καθόλου ἐπὶ τὰ γ· γίνονται ρη· καὶ τὴν κάθετον ἐφʼ ἑαυτήν· γίνονται ῑϛ. σύνθες ὁμοῦ· γίνονται ρκδ. ταῦτα ἐπὶ τὴν κάθετον, ἐπὶ τὰ δ· γίνονται υ𝔮ς. ταῦτα ἑνδεκάκις· γίνονται ,ευνϛ. τούτων τὸ κα΄· γίνονται σνθ β ζ΄.