Ancient Greek · ~7 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά ΧΧΙΧ.
Not analysed yet
Κατασκευάζεται δὲ ἔν τινι τόπῳ ὕδωρ ἐπίρρυτον ἔχοντι ζῷον εἴτε χαλκοῦν εἴτε ἐξ ἄλλης τινὸς ὕλης· προσενεχθέντος δὲ αὐτῷ ποτηρίου πίνει μετὰ ψόφου καὶ βοῆς, ὥστε φαντασίαν ποιεῖν δίψης· ἔστι δὲ ἡ κατασκευὴ τοιαύτη. Ἔστω τι. ἀγγεῖον τὸ ΑΒ, ἐν ᾧ ἐπίρρυτόν ἐστι κρουνισμάτιον τὸ Γ. ἐν δὲ τῷ ΑΒ ἀγγείῳ καμπύλος σίφων ἔστω ἢ πνικτὸς διαβήτης ὁ ∠Ε Ζ, οὐ τὸ ἕτερον σκέλος ἐκτὸς ὑπερεχέτω τοῦ πυθμένος τοῦ ἀγγείου. ὑποκείσθω δὲ τούτῳ βάσις στεγνὴ ἡ ΗΘΚ Λ ἔχουσα καὶ αὐτὴ ὁμοίως καμπύλον σίφωνα τὸν ΜΝΞ. ὑποκείσθω δὲ τῷ Ζ στομίῳ χώνη ἡ ΟΠ, ἧς ὁ καυλὸς φερέτω εἰς τὴν ΗΘΚ Λ βάσιν ἀπέχων ἀπὸ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. τὸ δὲ τοῦ ζῳδίου στόμιον ἔστω πρὸς τῷ P, διʼ οὗ σωλὴν κείσθω φέρων διʼ ἑνὸς τῶν ποδῶν ἢ διʼ ἄλλου τινὸς μέρους τοῦ ζῳδίου κρυπτῶς εἰς τὴν βάσιν· ἔστω δὲ οὗτος ὁ ΡΣΤ. συμβήσεται οὖν πληρωθέντος τοῦ ΑΒ ἀγγείου ὑπερβλύσαν τὸ ὑγρὸν ἐνεχθῆναι εἰς τὴν ΠΟ χώνην καὶ πληρῶσαι μὲν τὴν ΗΘΚ Λ βάσιν, κενῶσαι δὲ τὸ ΑΒ ἀγγεῖον. πάλιν δὴ πληρωθείσης τῆς βάσεως ὑπερβλύσαν τὸ ὕδωρ διὰ τοῦ ΜΝΞ σίφωνος κενώσει τὴν βάσιν, ἧς κενουμέ|νης ὁ ἀὴρ διὰ τοῦ Ρ στομίου ἀναπληρώσει τὸν κενούμενον τόπον. ὅταν ἄρα προσενέγκωμεν τῷ Ρ τὸ ποτήριον, πίεται μετὰ βίας ἐπισπώμενον ἀντὶ τοῦ ἀέρος τὸ ὑγρόν, ἄχρις ἂν ἡ βάσις κενωθῇ ἐντός. οὕτω δὲ πάλιν τοῦ ΑΒ ἀγγείου πληρωθέντος κενοῦται, καὶ ταὐτὰ ἔσται τοῖς εἰρημένοις. ἵνʼ οὖν κατὰ τὸν δέοντα καιρόν, τουτέστι κενουμένης τῆς βάσεως, προσφέρηται τὸ ποτήριον, ἔστω διὰ τῆς ἐκρύσεως τῆς διὰ τοῦ ΜΝΞ διαβήτου κινούμενόν τι ἐπιπίπτοντος τοῦ ὕδατος αὐτῷ, ἐν ᾧ ἀποβλέποντες ὅταν κινῆται προσοίσομεν τὸ ποτήριον.