Ancient Greek · ~16 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά ΧΧΧΙΙΙ..1
Not analysed yet
Ἀγγείου ὄντος ἑνός, ἐμβαλεῖν διὰ τοῦ στόματος αὐτοῦ οἴνων πλείονα γένη καὶ διὰ τοῦ αὐτοῦ κρουνοῦ λαμβάνειν ἕκαστον αὐτῶν, ὃ ἐάν τις προαιρῆται, ὥστε πλειόνων ἐμβαλόντων τοὺς οἴνους ἕκαστον τὸν ἴδιον δέξασθαι κατὰ μέρος, ὅσος ἐὰν ὁ ἀφʼ ἑκάστου ἐμβληθείς. Ἔστω ἀγγεῖον στεγνὸν τὸ ΑΒΓ∠ διαπεφραγμένον τὸν τράχηλον τῷ Ε Ζ διαφράγματι· διαπεφράχθω δὲ καὶ τὸ ὅλον ἀγγεῖον εἰς χώρας τοσαύτας, ὅσους βουλόμεθα καὶ τοὺς οἴνους εἶναι· καὶ ἔστω |διαφράγματα τὰ ΗΘ, ΚΛ, ὥστε γίνεσθαι χώρας τρεῖς τὰς Μ, Ν, Ξ, εἰς ἃς ἐμβληθήσεται ὁ οἶνος. τετρήσθω δὲ τὸ ΕΖ διάφραγμα καθʼ ἑκάστην χώραν λεπτοῖς τρυπηματίοις· καὶ ἔστω τὰ τρυπημάτια τὰ Ο, Π, Ρ. ἐκ δὲ τῶν Ο, Π, Ρ τρυπηματίων σωληνάρια ἀνατεινέτω τὰ ΠΣ. ΟΤ, ΡΥ εἰς τὸν τράχηλον τοῦ ἀγγείου συντετρημένα αὐτῷ· παρὰ δὲ ἕκαστον σωληνάριον τρυπημάτια ἔστω λεπτὰ ἐν τῷ ΕΖ διαφράγματι ἠθμοειδῆ, διʼ ὧν τὸ ὑγρὸν εἰς τὰς χώρας χωρήσει. ὅταν οὖν βουλώμεθα ἐγχέειν ἕκαστον οἶνον, καταληψόμεθα τοῖς δακτύλοις τὰ Σ, Τ, Υ καὶ ἐγχέομεν τὸν οἶνον διὰ τοῦ Φ τραχήλου· οὗτος δὲ εἰς οὐδεμίαν χώραν χωρήσει διὰ τὸ μὴ ἔχειν διέξοδον τὸν ἐν ταῖς χώραις ἀέρα. ὅταν οὖν ἀνέσωμεν ἓν τῶν Σ, Τ. ,Υ διαυγίων, ὁ ἐν τῇ κατʼ ἐκεῖνο χώρᾳ ἀὴρ ἐκχωρήσει, διὰ τοῦ ἠθμοῦ τοῦ οἴνου εἰς τὴν χώραν ἐμπίπτοντος. πάλιν καταλαμβανόμενοι τὸ διαύγιον, ἄλλο ὁμοίως ἀνήσομεν καὶ ἐμβαλοῦμεν ἕτερον οἶνον, εἶτα ἐξῆς τοὺς λοιπούς, ὅσοι ἐὰν ὧσιν οἵ τε οἶνοι καὶ αἱ ἐν τῷ ΑΒΓ∠ ἀγγείῳ ἰσοπληθεῖς χῶραι. δεξόμεθα δὲ ἕκαστον αὐτῶν κατὰ μέρος διὰ τοῦ αὐτοῦ κρουνοῦ οὕτως. ἐν τῷ πυθμένι τοῦ ΑΒΓ∠ ἀγγείου ἐξ ἑκάστης χώρας σωλῆνες ἔστωσαν ἐκ μὲν τῆς Μ ὁ ΧΨ, ἐκ δὲ τῆς Ν ὁ ΩϚ, ἐκ δὲ τῆς Ξ ὁ 𝒢ϡ· τὰ δὲ ἄκρα αὐτῶν τὰ Ψ, Ϛ, ϡ συντετρήσθω ἑτέρῳ σωλῆνι τῷ ΨϚϡ ,Α ἀπέχοντα ἀπʼ ἀλλήλων, καὶ ἐστεγνώσθωσαν εἰς τὸ ἐντὸς τοῦ ΨϚϡ ,Α. ἕτερος δὲ σωλὴν ἔστω συνεσμηρισμένος ὁ ,Β ,Γ τῷ ΨϚϡ ,Α, ἐπεστομωμένος μὲν κατὰ τὸ ἐντὸς μέρος τὸ ,Γ, τρήματα δὲ ἔχων κατὰ τὰ Ψ, Ϛ, ϡ, ὥστε ἐπιστρεφομένου τοῦ ,Β ,Γ σωλῆνος τὰ ἐν αὐτῷ τρήματα παραγινόμενα παρʼ ἕκαστον τῶν Ψ, ϛ, τρημάτων δέχεσθαι τὸν ἐν ἑκάστῃ χώρᾳ οἶνον καὶ εἰς τὸ ἐκτὸς ἀποδιδόναι διὰ τοῦ ἐκτὸς στομίου τοῦ ,Β ,Γ σωλῆνος. τῷ οὖν ,Β ,Γ σωλῆνι συμφυὴς ἔστω σιδηροῦς ὀβελίσκος ὁ ,∠,Ε. καὶ κατὰ μὲν τὸ ,Ε μέρος βάρος ἐκ μολίβδου προσκεκολλήσθω τὸ ,Ε, κατὰ δὲ τὸ ,∠περόνη σιδηρᾶ ἡ ,∠,Ϛ ἔχουσα ἐκ τοῦ μέσου προσκεκολλημένον φιάλιον τὸ ,ϛ τὰ κοῖλα εἰς τὸ ἄνω μέρος ἔχον. ἔστω δέ τις καὶ κῶνος κοῖλος κόλουρος, οὗ ὁ μὲν μείζων κύκλος ἔστω ὁ ,Ζ, ὁ δὲ ἐλάσσων ὁ ,Θ, διʼ οὗ καὶ ἡ ,∠,Ϛ περόνη διερχέσθω. γεγονέτω δὲ καὶ σφαιρία μολιβᾶ ἄνισα τοῖς μεγέθεσι τοσαῦτα ὅσαι εἰσὶ καὶ αἱ Μ, Ν, Ξ χῶραι. ἐὰν οὖν τὸ ἔλασσον τῶν σφαιρίων ἐπιθῶμεν τῷ ,Ζ ,Θ φιαλίῳ, καταβαρῆσαν εἰς τὸ κάτω μέρος ἐνεχθήσεται, ἄχρις ἄν ψαύσῃ τῆς τοῦ κώνου κολούρου κοίλης ἐπιφανείας, καὶ ἐπιστρέψει τὸν ,Β ,Γ σωλῆνα, ὥστε τὸ ἐν αὐτῷ τρῆμα γενέσθαι κατὰ τὸ Ψ καὶ δέχεσθαι τὸν ἐν τῇ Μ χώρᾳ οἶνον ῥέοντα ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον καὶ ἐπίκειται ἡ σφαῖρα τῷ φιαλίῳ, εἰ μὴ ἄρα ὅλος ἐκρερευκώς. ἐὰν δὲ ἀφέλωμεν τὸ σφαιρίον, πάλιν τὸ ,Ε βάρος καταστρέψαν ἀποκλείσει τὸ Ψ τρῆμα, ὥστε μηκέτι ῥέειν τὸν οἶνον. πάλιν οὖν ἢν ἕτερον τῶν σφαιρίων ἐπιθῶμεν, πλέον κατενεχθήσεται καὶ πλέον ἐπιστρέψει τὸν σωλῆνα, ἄχρις ἂν τὸ ἐν αὐτῷ τρῆμα γένηται κατὰ τὸ Ϛ τρῆμια. καὶ οὕτως ῥεύσει ὁ ἐν τῇ Ν χώρᾳ οἶνος. καὶ πάλιν ἀρθέντος τοῦ σφαιρίου καταρρέψαν τὸ ,Ε βάρος ἀποκλείσει τὸ Ϛ τρῆμα, ὥστε μηκέτι ῥέειν τὸν οἶνον. ἐὰν δὲ ἕτερον μεῖζον ἐπιτεθῇ, πλέον ἐπιστραφήσεται ὁ ,Β σωλήν, ὥστε ῥέειν τὸν ἐν τῇ χώρᾳ οἶνον. δεῖ μέντοι τὸ ἔλασσον τῶν σφαιρίων ἐπιτεθὲν ἐπὶ τῷ φιαλίῳ κατα- κρατεῖν τοῦ ,Ε βάρους, τουτέστιν ἐπιστρέφειν τὸν ,Β σωλῆνα. οὕτως γὰρ καὶ τὰ σφαιρία τὰ λοιπὰ κατακρατήσει καὶ ἐπιστρέψει τὸν ,Β κρουνόν.