Ancient Greek · ~4 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά ΧΧΧΙΙ.
Not analysed yet
Ἐν τοῖς Αἰγυπτίων ἱεροῖς πρὸς ταῖς παραστάσι τροχοὶ χάλκεοι ἐπιστρεπτοὶ γίνονται πρὸς τὸ τοὺς εἰσερχομένους ἐπιστρέφειν αὐτοὺς διὰ τὸ δοκεῖν τὸν χαλκὸν ἁγνίζειν· ἔστι δὲ καὶ περιρραντήρια πρὸς τὸ τοὺς εἰσερχομένους περιρραίνεσθαι. δέον οὖν ἔστω ποιῆσαι, ὥστε ἐπιστραφέντος τοῦ τροχοῦ ὕδωρ ἐξ αὐτοῦ ἐπιρρέειν εἰς τὸ ὡς εἴρηται περιρραίνεσθαι. Ἔστω ὄπισθεν τῆς παραστάδος κρυπτὸν ἀγγεῖον ὕδατος τὸ ΑΒ Γ∠ τετρημένον τὸν πυθμένα τῷ Ε τρήματι. ὑποκεκολλήσθω ὑπὸ τὸν πυθμένα αὐλίσκος ὁ ΖΗΘΚ ἔχων καὶ αὐτὸς τρύπημα κατὰ τὸ ἐν τῷ πυθμένι τρῆμα· ἐντὸς δὲ τούτου ἕτερος αὐλίσκος ὁ ΛΜ κατὰ μὲν τὸ Λ μέρος προσκεκολλημένος τῷ ΖΗΘΚ, κατὰ δὲ τὸ Ε τρῆμα καὶ αὐτὸς τρῆμα ἔχων τὸ Π· μεταξὺ δὲ τῶν εἰρημένων δύο αὐλίσκων ἕτερός ἐστιν ὁ ΝΞΟΡ συνεσμηρισμένος ἀμφοτέροις καὶ ἔχων τρῆμα κατὰ τὸ Ε τρῆμα τὸ Σ. καταλλήλων οὖν τούτων τῶν τρημάτων ὄντων, ἐὰν ἐγχέῃ τις εἰς τὸ ΑΒΓ∠ ἀγγεῖον ὕδωρ, ἔξω ῥεύσει διὰ τοῦ ΛΜ αὐλίσκου· ἐὰν δὲ ἐπιστρέφωμεν τὸν ΝΞΟΡ αὐλίσκον, ὡς παραλλάξαι τὸ Σ τρῆμα, οὐκέτι ῥεύσει. γεγονέτω οὖν ὁ τροχὸς συμφυὴς τῷ ΝΞΟΡ αὐλίσκῳ, ὥστε ἐπιστρεφομένου αὐτοῦ πλεονάκις τὸ ὕδωρ ῥεύσει.