Ancient Greek · ~4 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά ΧΧΧΙΧ.
Not analysed yet
Ἔστι δὲ καὶ ἄλλως θυσίας γινομένης τὰς θύρας ἀνοίγεσθαι. Ἔστω πάλιν ναΐσκος ἐπί τινος βάσεως τῆς ΑΒΓ∠, ἐφ᾿ ἧς ἔστω βωμὸς ὁ Ε. διὰ |δὲ τοῦ βωμοῦ σωλὴν ἔστω ὁ ΖΗΘ. ἀποδεδόσθω δὲ εἰς ἀσκωμάτιον τὸ Κ στεγνὸν πάντοθεν, ᾧ ἐπικείσθω βαρύλλιον τὸ Λ, ἐξ οὗ ἀλυσείδιον διὰ τροχίλου ἀποδεδέσθω εἰς τὰ περὶ τοὺς στροφεῖς ἁλυσείδια, ὥστε ἐπτυγμένου τοῦ ἀσκώματος κατακρατεῖν τὸ Λ βάρος καὶ κλείειν τὰς θύρας, ἐπιτεθέντος δὲ τοῦ πυρὸς ἀνοίγειν· πάλιν γὰρ θερμαινόμενος ὁ ἐν τῷ βωμίσκῳ ἀὴρ χεθεὶς χωρήσει διὰ τοῦ ΖΗΘ σωλῆνος εἰς τὸ ἀσκωμάτιον καὶ ἐπαρεῖ αὐτὸ σὺν τῷ Λ βάρει, καὶ ἀνοιχθήσονται αἱ θύραι. ἤτοι γὰρ αὗται δι᾿ ἑαυτῶν αὐτομάτως ἀνοιχθήσονται, καθάπερ καὶ αἱ τῶν βαλανείων θύραι αὐτομάτως κλείονται, ἢ ἕξουσί τι ἀντισηκοῦν βάρος τὸ ἀνοῖγον αὐτάς. σβεσθείσης δὲ τῆς θυσίας καὶ ἐκχωροῦντος τοῦ ἐν τῷ ἀσκωματίῳ εἰσελθόντος ἀέρος, τὸ Λ βάρος καταφερόμενον σὺν τῷ ἀσκώματι ἐπισπάσεται καὶ κλείσει τὰς θύρας.