Ancient Greek
ΠΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ ΔΕΥΤΕΡΟΝ.
Hero of Alexandria, Πνευματικά ΧVΙΙΙ.
Not analysed yet
Καὶ ὁ καλούμενος δὲ πυοῦλκος διὰ ταύτην τὴν αἰτίαν ἐνεργεῖ. Κατασκευάζεται γὰρ αὐλίσκος κοῖλος ἐπιμήκης ὁ ΑΒ, ἕτερος συνεσμηρισμένος ὁ Γ∠, οὗ τὸ μὲν Γ ἄκρον ἐπιπεπωμάσθω λεπιδίῳ· πρὸς δὲ τῷ ∠ἐπιτόνιον ἐχέτω τὸ ΕΖ . καὶ τοῦ ΑΒ δὲ αὐλίσκου τὸ πρὸς τῷ Α στόμιον ἐπιπεφράχθω λεπίδι ἐχούσῃ συντετρημένον λεπτὸν συρίγγιον τὸ ΗΘ. ὅταν οὖν βουλώμεθα πῦον ἕλκειν, προσθέντες τῷ τόπῳ, ἐν ᾧ |τὸ πῦόν ἐστι, τὸ ἄκρον τοῦ συριγγίου, τὸ Θ στόμιον, ἐπισπώμεθα τὸν Γ∠ αὐλίσκον διὰ τοῦ ἐπιτονίου εἰς τὸ ἐκτὸς μέρος. γενομένου δὴ τόπου ἐν τῷ ΑΒ αὐλίσκῳ κενοῦ, ἀνάγκη εἰς τοῦτον ἄλλο τι ἀντικαταστῆναι. μὴ ὄντος οὖν ἄλλου τόπου ἢ τοῦ στόματος τοῦ συριγγίου, ἀνάγκη διὰ τούτου τὸ παρακείμενον ὑγρὸν ἐπισπάσασθαι. πάλιν οὖν ὅταν ἐνέσαι τι βουλώμεθα ὑγρόν, ἐμβαλόντες αὐτὸ εἰς τὸν ΑΕ αὐλίσκον καὶ καταλαβόμενοι τὸ ΕΖ ὠθοῦντες τὸν Γ∠ αὐλίσκον θλίβομεν, ἄχρις ἄν ἡμῖν αὐτοῖς δόξῃ ἡ ἔνεσις γενέσθαι.