Ancient Greek · ~7 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά IX.
Not analysed yet
Κατασκευάζεται δὲ καὶ προχύτης πλέον καὶ ἔλαττον ὑγρὸν δεχόμενος καὶ προϊέμενος ὁτὲ μὲν πλέον, ὁτὲ δὲ ἔλασσον, ὥστε καὶ ἐγχεομένου εἰς αὐτὸν οἴνου τε καὶ ὕδατος ὁτὲ μὲν καθαρὸν τὸ ὕδωρ προΐεσθαι, ὁτὲ δὲ οἶνον ἄκρατον, ὁτὲ δὲ κρᾶμα· ἔστι δὲ ἡ κατασκευὴ τοιαύτη. Ἔστω προχύτης ὁ ΑΒ διάφραγμα ἔχων μέσον τὸΓ∠, ἐν δὲ τῷ διαφράγματι παρὰ τὸ κύτος τοῦ ἀγγείου τρυ|πημάτια ἐν ἠθμῷ περιφερῆ τὰ Ε· ἐκ δὲ τοῦ κατὰ διάμετρον τόπου ἐν τῷ διαφράγματι τρυπημάτιονἔστω στρογγύλον τὸ Ζ, διʼ οὗ σωλὴν διώσθω ὁ ΖΗΘ συνεστεγνωμένος μὲν τῷ διαφράγματι, ἀπέχων δὲ ἀπὸ τοῦ πυθμένος τοῦ προχύτου βραχὺ κατὰ τὸ Η· τὸ δὲ ἕτερον αὐτοῦ στόμιον τὸ Θ συντετρήσθω τῷ τεύχει τοῦ προχύτου ὑπὸ τὸ ὠτίον, ᾧ συνεστεγνώσθω τὸ ὠτίον κοῖλον ὑπάρχον καὶ ἔχον τρύπημα ἐκ τοῦ ἐκτὸς μέρους τοῦ ὠτίου τὸ Κ, ὃ καταληψόμεθα τῷ δακτύλῳ, ὅταν δέῃ. ἐὰν οὖν καταλαβόμενοι τὸ διαύγιον, ὡς εἴρηται, ἐγχέωμεν εἰς τὸν προχύτην, τὸ ἐγχεόμενον εἰς τὴν ὑπὲρ τὸ διάφραγμα χώραν μενεῖ διὰ τὸ μὴ δύνασθαι διὰ τοῦ ἠθμοῦ εἰς τὴν ὑποκάτω χώραν ἐνεχθῆναι· οὐ δύναται δὲ διὰ τὸ μὴ ἄλλην ἔχειν διέξοδον ἢ τὴν διὰ τοῦ Κ διαυγίου. ὅταν οὖν ἀνέσωμεν τὸ διαύγιον, τότε χωρήσει τὸ ὑγρὸν εἰς τὴν ὑποκειμένην χώραν, καὶ τότε πλέον δέξεται ὁ προχύτης. ἐὰν οὖν προεγχέαντες τὸν οἶνον, ὥστε πληρωθῆναι τὴν ΓΒ∠ χώραν, καταλαβώμεθα τὸ διαύγιον καὶ ἐπιχέωμεν ὕδωρ, οὐ μὴ μιγῇ, ἀλλʼ ὅταν μὲν καταστρέψωμεν τὸν προχύτην, καθαρὸν προήσεται τὸ ὕδωρ· ὅταν δὲ ἀνέσωμεν τὸ διαύγιον ἔτι τοῦ ὕδατος ῥέοντος, ἐπιρρεύσει καὶ ὁ οἶνος διὰ τὸ εἰς τὸν κενούμενον τόπον ἀέρα ἀντικαταλλάσσεσθαι διὰ τοῦ διαυγίου, εἶτα καθαρὸς ὁ οἶνος ῥυήσεται. ἔξεστι δὲ καὶ προεγχέαντα ὕδωρ καὶ προκαταλαβόντα τὸ διαύγιον |οἶνον ἐπιχέειν, ὥστε τοῖς μὲν καθαρὸν προέσθαι οἶνον, οἷς δὲ κρᾶμα, οἷς δὲ καὶ βουλόμεθα ἐμπαίζειν, ὕδωρ.