Ancient Greek · ~10 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά V.
Not analysed yet
Ἡ δὲ κατὰ μέν τι ὁμαλή, κατὰ δέ τι ἀνώμαλος γίνεται οὕτως διὰ τοῦ σίφωνος· καλῶ δὲ κατὰ μέν τι ὁμαλήν, κατὰ δέ τι ἀνώμαλον, ὅταν ἐπί τινα χρόνον βουλομένοις ὁμαλὴ ᾖ ἡ γινομένη ἐξ ἀρχῆς ῥύσις, ἐπὶ δὲ ἕτερον πάλιν χρόνον προαιρουμένοις ὁμαλὴ μὲν ᾖ καθʼ ἑαυτὴν ἡ γινομένη ῥύσις, τῆς δὲ πρότερον ἤτοι βραδυτέρα ἢ ταχυτέρα. Ἔστω γὰρ πάλιν τὸ μὲν τοῦ ὕδατος ἀγγεῖον τὸ ΑΒ, λέβης δὲ ὁ Γ∠· δι δὲ τοῦ ἐπιφράγματος καὶ τοῦ πυθμένος τοῦ λέβητος διώσθω σωλὴν εὐρύτερος τοῦ ἐντὸς σκέλους τοῦ σίφωνος· καὶ ἔστω σίφων οὗτος ὁ ΜΛ συνεστεγνωμένος τῷ τε ἐπιφράγματι καὶ τῷ πυθμένι τοῦ λέβητος. ἐπὶ δὲ τοῦ ἐπιφράγματος ἐφεστάτω πηγμάτιον ἐκ κανονίων πεπηγὸς καθάπερ τὸ Πγράμμα· καὶ ἔστω τὸ ΓΝΞ∠. ἐν δὲ τοῖς ὀρθοῖς κανονίοις τοῖς ΓΝ, Ξ∠ ἐκ τοῦ ἐντὸς |μέρους ἐγγεγλύφθωσαν σωλῆνες κατὰ τὸ μῆκος τῶν κανονίων, ἐν οἷς διατρεχέτω ἕτερον κανόνιον τὸ ΟΠ εὐλύτως. ἔστω δὲ καὶ κοχλίας ὁ ΡΣ ὀρθῶς βεβηκὼς ἐπὶ τοῦ Γ∠ ἐπιφράγματος καὶ διὰ τρήματος διεληλυθὼς μένοντος ἐν τῷ ΟΠ κανόνι. ἔστω δὲ καὶ τύλος τις συμφυὴς τῷ ΟΠ κανονίῳ, ὥστε παρεμβαίνειν εἰς τὴν τοῦ κοχλίου ἕλικα. ὑπερεχέτω δὲ ὁ κοχλίας ὑπὲρ τὸ ΝΞ κανόνιον· τῇ δὲ ὑπεροχῇ συμφυὴς ἔστω χειρολαβίς, δι᾿ ἧς ἐπιστρέφομεν τὸν κοχλίαν, ὥστε τὸ ΟΠ κανόνιον ὁτὲ μὲν μετέωρον γίνεσθαι, ὁτὲ δὲ ταπεινοῦσθαι. τῷ δὲ ΟΠ κανονίῳ συμφυὲς γεγονέτω τὸ ἐντὸς σκέλος τοῦ σίφωνος διεληλυθὸς καὶ διὰ τοῦ ΛΜ σωλῆνος, ὥστε τὸ στόμιον αὐτοῦ βαπτίζεσθαι εἰς τὸ ἐν τῷ ἀγγείῳ ὕδωρ. καὶ ἐὰν οὖν πάλιν ἐπισπασώμεθα διὰ τοῦ ἐκτὸς στομίον τὸ ὑγρόν, ῥεύσει ὁ σίφων ὁμαλῶς, ἕως ἂν πᾶν κενωθῇ τὸ ἐν αὐτῷ ὑγρόν· ὅταν δὲ βουλώμεθα διʼ αὐτοῦ ἑτέραν ῥύσιν γίνεσθαι τῆς μὲν προειρημένης ταχυτέραν, ὁμαλὴν δὲ καθʼ αὐτήν, ἐπιστρέψομεν τὸν κοχλίαν, ὥστε τὸ ΟΠ κανόνιον ταπεινότερον γενέσθαι· ἔσται γὰρ ἡ ἐκτὸς ὑπεροχὴ τοῦ σίφωνος μείζων τῆς πρότερον. καὶ διὰ τοῦτʼ ἔστιν ἡ ῥύσις ὁμαλὴ μὲν καθʼ αὐτήν, τῆς δὲ πρότερον ταχυτέρα. ἐὰν δὲ ἔτι πάλιν ταχυτέραν ,ἐπιστρέψομεν τὸν κοχλίαν εἰς τὸ ἔτι ταπεινότερον γενέσθαι τὸ ΟΠ κανόνιον· ἐἀν δὲ βραδυτέραν βουλώμεθα, τὸ ΟΠ κανόνιον μετέωρον γενέσθαι· καὶ οὕτως διὰ σίφωνος ἔσται ἡ ῥύσις ἡ κατὰ μέν τι ὁμαλή, κατὰ δέ τι ἀνώμαλος. Ἵνα δὲ μὴ καὶ διὰ τοῦ στόματος αὐτῶν ἐπισπασώμεθα τὸ ὕδωρ —οὐδὲ γὰρ ἐπὶ πάντων τῶν σιφώνων τοῦτο δυνατὸν ἔσται, ἐὰν μὴ πάνυ μικροὶ ὧσι—, ποιήσομεν οὕτως.