Ancient Greek · ~8 min
ΠΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ ΔΕΥΤΕΡΟΝ.
Hero of Alexandria, Πνευματικά XIV.-2
Not analysed yet
Ἔστι δὲ καὶ ἄλλο κατασκεύασμα, ἐν ᾧ ὑγρὸν ἀναφέρεται ἡρέμα καὶ μένει, ὥστε ἀεὶ προσαναβαῖνον ὁρᾶσθαι. Ἔστω τις βάσις ἡ ΑΒ στεγνὴ πάντοθεν διάφραγμα ἔχουσα τὸ Γ∠, ὑέλινον δὲ ἐπίθεμα κυλινδρικὸν τὸ ΕΖ καὶ αὐτὸ στεγνὸν πάντοθεν· ἐν δὲ τῷ ΕΖ ἐπιθέματι σωλὴν ἔστω ὁ ΗΘ ἀπέχων ἀπὸ τῆς στέγης αὐτοῦ βραχύ, συντετρημένος δὲ τῷ Γ∠ διαφράγματι. ἕτερος δὲ σωλὴν ὁ Κ Λ συντετρήσθω μὲν τῷ ἐπιφράγματι τῆς βάσεως, ἀπεχέτω δὲ ἀπὸ τοῦ διαφράγματος βραχύ. ἔστω δὲ καὶ τῇ βάσει ἐκτὸς τοῦ ὑελίνου ἐπιθέματος ὀπὴ ἡ Μ, διʼ ἧς πληρωθήτω τὸ Α ∠ἀγγεῖον. ἐχέτω δὲ καὶ ἡ ΑΒ βάσις κρουνὸν παῤ αὐτὸν τὸν πυθμένα, τὸν Ν. ἔστω δὲ καὶ |ἕτερος σωλὴν ὁ ΞΟ συντετρημένος μὲν τῷ διαφράγματι, ἀπέχων δὲ ἀπὸ τῆς βάσεως βραχύ, διʼ οὗ πληρωθήσεται τὸ ΓΒ ἀγγεῖον. καταληφθέντος οὖν τοῦ Ν κρουνοῦ, ὁ ἐν τῷ ΓΒ ἀὴρ ἐκχωρήσει διὰ τοῦ ΗΘ καὶ τοῦ Κ Λ καὶ τῆς Μ ὀπῆς εἰς τὸ ἐκτός. ὅταν οὖν πληρωθῇ τὸ Γ Β ἀγγεῖον, πληρώσωμεν καὶ τὸ Α∠ διὰ τῆς Μ ὀπῆς· ὁ γὰρ ἐν αὐτῷ ἀὴρ διὰ τῆς ὀπῆς ἐκχωρήσει. ἐὰν οὖν ἀφῶμεν τὸν Ν κρουνὸν ῥέειν, εἰς τὸν κενούμενον τοῦ ΓΒ τόπον ὁ ἀὴρ ἐκ τοῦ ὑελίνου ἐπιθέματος μεταχωρήσει διὰ τοῦ ΗΘ σωλῆνος· εἰς δὲ τὸν κενούμενον τούτου τόπον ἐκ τοῦ Α∠ ἀγγείου ὕδωρ προσαναβήσεται διὰ τοῦ Κ Λ σωλῆνος. πάλιν δὲ εἰς τὸν κενούμενον τόπον τοῦ Α∠ ἀγγείου ὁ ἀὴρ διὰ τῆς Μ ὀπῆς παρεισελεύσεται· καὶ τοῦτο ἔσται, ἄχρις ἂν πληρωθῇ τὸ ὑέλινον ἐπίθεμα. δεήσει δὲ τὰ Α∠, ΓΒ, ΕΖ χωρήματα ἴσα εἶναι, ὅπως εἰς ἄλληλα μεταχωρῇ ὅ τε ἀὴρ καὶ τὸ ὑγρόν. ὅταν δὲ κενω θῇ τὸ ΓΒ ἀγγεῖον καὶ διασταθῇ ἡ τοῦ ἀέρος συνέχεια, πάλιν κατενεχθήσεται ἐκ τοῦ ὑελίνου ὕδωρ εἰς τὸ Α∠ ἀγγεῖον, τοῦ ἀέρος μεταχωροῦντος διὰ τοῦ Ν κρουνοῦ καὶ τοῦ ΗΘ σωλῆνος εἰς τὸ ὑέλινον ἐπίθεμα· ὁ δὲ ἐν τῷ Α∠ ἀὴρ ἐκχωρήσει διὰ τῆς Μ ὀπῆς.