Ancient Greek
ΠΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ ΔΕΥΤΕΡΟΝ.
Hero of Alexandria, Πνευματικά XV.-2
Not analysed yet
Εἰς ἔνια ζῴδια ἐμφυσηθέντα διὰ τοῦ στόματος διʼ ἑτέρου τόπου ὕδωρ ἐκπυτίζει· οἷον ἐὰν Σατυρίσκος ἀσκὸν κατέχῃ, διὰ τοῦ ἀσκοῦ ἐκπυτισθήσεται. Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠, ἐφʼ ἧς ἐπικείσθω τὸ ζῴδιον, καὶ διὰ τοῦ στόματος τοῦ ζῳδίου σωλὴν διώσθω ὁ ΕΖ συντετρημένος τῇ βάσει καὶ ἔχων ὑποκείμενον πλατυσμάτιον τὸ ΗΘ ἐπιφράσσον τὸ Ζ τρῆμα τοῦ σωλῆνος καὶ. ἀνεχόμενον ὑπὸ περονίων κωλυμάτια ἐχόντων πρὸς τὸ μηκέτι ἐκπίπτειν τὸ πλατυσμάτιον. |ἕτερος δὲ σωλὴν ὁ ΚΛ διὰ τῆς βάσεως διώσθω, οὐ τὸ μὲν Κ ἄκρον προσκείσθω τῷ ,διʼ οὗ βουλόμεθα τὸ ὕδωρ ἐκπυτίζεσθαι. τὸ δὲ Λ ἀπεχέτω τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. τὸ δὲ Κ ἄκρον αὐτοῦ ἐχέτω σμηρισμάτιον, διʼ οὗ ἀποκλεισθήσεται τὸ Κ στόμιον αὐτοῦ λεπτὸν ὑπάρχον. ἐγχέοντες οὖν εἰς τὴν βάσιν ποσὸν ὑγρὸν διά τινος ὀπῆς, ἣν μετὰ τὴν ἔγχυσιν ἀποστεγνώσομεν, ἐὰν ἀποκλείσαντες τὸ Κ στόμιον ἐμφυσήσωμεν διὰ τοῦ ΕΖ σωλῆνος ἀέρα, ὁ ἐμφυσηθεὶς ἀὴρ παρώσει τὸ πλατυσμάτιον καὶ κατενεχθήσεται εἰς τὴν βάσιν, καὶ τούτου πλεονάκις γινομένου πιληθήσεται ὁ ἐν τῇ βάσει ἀὴρ καὶ ἀποκλείσει τὸ πλατυσμάτιον. ἀνοιχθέντος οὖν τοῦ σμηρίσματος, μετʼ ὀλίγον χρόνον ὁ πιληθεὶς ἀὴρ ἐκθλίψει τὸ ἐν τῇ βάσει ὑγρὸν διὰ τοῦ Κ στομίου μετὰ πολλῆς βίας, ἄχρις ἂν ἤτοι πᾶν ἐκπυτισθῇ τὸ ὑγρὸν καὶ ὁ ἀὴρ εἰς τὴν κατὰ φύσιν τάξιν κατασταθῇ, τουτέστιν ὅταν πίλησιν ἐν ἑαυτῷ μηκέτι ἔχῃ.