Ancient Greek
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά XIX.
Not analysed yet
Κρατῆρος ἐπικειμένου ἐπί τινος βάσεως πλήρους ὄντος οἴνου, ὅσον ἐάν τις ἐξ αὐτοῦ ἀρύ |σηται, πάλιν. πλήρης ἔσται ὁ κρατήρ· κατασκευάζεται δὲ τὸν τρόπον τοῦτον. Ἔστω ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸ στόμιον τῷ Γ∠ διαφράγματι παῤ αὐτὸν τὸν τράχηλον· διὰ δὲ τοῦ διαφράγματος καθείσθω σωλὴν ὁ ΕΖ ἀπέχων ἀπὸ τοῦ πυθμένος βραχύ· ἕτερος δὲ διώσθω σωλὴν διὰ τοῦ πυθμένος ὁ ΗΘ ἀπέχων ἀπὸ τοῦ Γ∠ διαφράγματος βραχύ. ὁ δὲ τοῦ ἀγγείου πυθμὴν τετρήσθω κατὰ τὸ Κ καὶ λαβέτω σωληνάριον τὸ ΚΛ. τὸ δὲ ΑΒ ἀγγεῖον ἐπικείσθω ἐπί τινος βάσεως τῆς ΜΝΞΟ, διʼ ἦς ἔστω ἡ τοῦ ΗΘ σωλῆνος ὑπεροχή· ὁ δὲ εἰρημένος κρατὴρ ἔστω ὁ ΠΡ διὰ δὲ τῆς ΜΝΞΟ βάσεως σωλὴν ἔστω ὁ ΣΤ συντετρημένος τῇ τε βάσει καὶ τῷ κρατῆρι. ἴσον ὕψος ἐχέτω τῷ Θ στομίῳ τοῦ ΗΘ σωλῆνος. ἐγχέωμεν οὖν τὸν οἶνον διὰ τοῦ ΕΖ σωλῆνος εἰς τὸ ΑΒ· ὁ γὰρ ἀὴρ ἐκχωρήσει διὰ τοῦ ΗΘ σωλῆνος. ἐὰν οὖν ἀνεστομωμένον τὸ ΚΛ σωληνάριον, ἐγχεόμενος ὁ οἶνος χωρήσει διʼ αὐτοῦ εἰς τὴν βάσιν καὶ εἰς τὸν ΠΡ κρατῆρα· ἐὰν δὲ ἐπιστομωθῇ, τότε πληρωθήσεται τὸ ΑΒ ἀγγεῖον. ἐγχέωμεν οὖν καὶ εἰς τὴν ΜΝΞΟ βάσιν καὶ εἰς τὸν ΠΡ κρατῆρα τὸν οἶνον, ὥστε πλήρη εἶναι τὸν ΠΡ κρατῆρα καὶ τὴν ΜΝΞΟ βάσιν πεπληρῶσθαι ἄχρι τοῦ Θ στομίου τοῦ σωλῆνος. τούτου δὲ γενομένου καὶ φραγέντος τοῦ Ε, οὐ ῥεύσει διὰ τοῦ ΚΛ σωλῆνος ὁ ἐν τῷ ΑΒ ἀγγείῳ οἶνος διὰ τὸ μὴ ἔχειν εἰς τὸν κενούμενον τόπον ἀέρα ἀντικαταστῆναι ἄλλον· ἦν γὰρ αὐτῷ ἡ εἴσκρισις διὰ τοῦ Ε στομίου. ὅταν οὖν ἀπαρυσώμεθα ἐκ τοῦ κρατῆρος οἶνον, ἀναστομωθήσεται τὸ Ε στόμιον, καὶ παρείσδυσιν λαβόντος τοῦ ἀέρος πάλιν ῥεύσει ὁ οἶνος εἰς τε τὴν βάσιν καὶ τὸν ΠΡ κρατῆρα, ἄχρις ἂν πλήρης γένηται. καὶ τοῦτο ἔσται, |ὁσάκις ἐὰν ἀρυσώμεθα ἐκ τοῦ κρατῆρος οἶνον. δεήσει δὲ καὶ τὴν. ΜΝΞΟ βάσιν τετρῆσθαι τρηματίῳ τῷ Υ πρὸς τὸ τὸν ἀντικαταλλασσόμενον ἀέρα εἰς τὸ ΑΒ ἀγγεῖον διὰ τοῦ Η στομίου εἰσχωρεῖν καὶ διὰ τοῦ Υ τρήματος.