Ancient Greek · ~3 min
ΗΡΩΝΟΣ ΑΛΕΞΑΝΔΡΕΩΣ ΠΝΕΥΜΑΤΙΚΩΝ
Hero of Alexandria, Πνευματικά XV.
Not analysed yet
Εἰς ἔνια ἀγγεῖα ὕδατος ἐγχυθέντος μελαγκορύφου γίνεται φωνὴ ἢ συριγμός· κατασκευάζεται δὲ οὕτως. Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠ καὶ διὰ τῆς στέγης τῆς Α∠ διώσθω χώνη ἡ ΕΖ, |ἧς ὁ καυλὸς ἀπεχέτω τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν καὶ συνεστεγνώσθω τῇ στέγῃ. ἔστω δὲ καὶ συρίγγιον τὸ ΗΘΚ τῶν εἰθισμένων φθέγγεσθαι· συντετρήσθω δὲ τῇ βάσει καὶ συνεστεγνώσθω ὁμοίως τῇ Α∠ στέγῃ· τὸ δὲ Κ στόμιον αὐτοῦ ἐπικεκάμφθω εἰς ὑδάτιον ἀγγειδίου παρακειμένου τοῦ Λ. συμβήσεται οὖν ἐγχυνομένου τοῦ ὕδατος διὰ τῆς ΕΖ χώνης τὸν ἐν τῇ βάσει ἀέρα ἐκθλιβόμενον χωρεῖν διὰ τοῦ ΗΘΚ συριγγίου καὶ τὸν ἦχον ἀποδιδόναι. ἐὰν μέντοι τοῦ συριγγίου τὸ ἄκρον ἐπικεκαμμένον πρὸς τῷ ὕδατι, ἀνακαχλάζων εἴδεται ὁ ἦχος, ὥστε μελαγκορύφου γίγνεσθαι φωνήν· ἐὰν δὲ μὴ παρακέηται τὸ ὑδάτιον, συριγμὸς μόνος ἔσται.