Ancient Greek
236.3
Herodas, Mimiambi 236.3
Unproofread scanNot analysed yet
Χαίροις, ἄναξ Παίηον, ὃς μεδεῖς Τρίκκης καὶ Κῶν γλυκεῖαν κἠπίδαυρον ᾤκηκας, σὺν καὶ Κορωνὶς ἥ σ’ ἔτικτε κὠπόλλων χαίροιεν, ἧς τε χειρὶ δεξιῇ ψαύεις Ὑγίεια κὦνπερ οἵδε τίμιοι βωμοί, Πανάκη τε κἠπιώ τε κἰησὼ χαίροι, κοἱ Λεωμέδοντος οἰκίην τε καὶ τείχη πέρσαντες, ἰητῆρες ἀγρίων νούσων, Ποδαλείριός τε καὶ Μαχάων χαιρόντων κὦσοι θεοὶ σὴν ἑστίην κατοικεῦσιν καὶ θεαί, πάτερ Παίηον· ἵλεω δεῦτε τοῦ ἀλέκτορος τοῦδ’, ὄντιν’ οἰκίης τοίχων κήρυκα θύω, τἀπίδορπα δέξαισθε. οὐ γάρ τι πολλὴν οὐδ’ ἑτοῖμον ἀντλεῦμεν, ἐπεὶ τάχ’ ἂν βοῦν ἢ νενημένην χοῖρον πολλῆς φορίνης, κοὐκ ἀλέκτορ’, ἵητρα νούσων ἐποιεύμεσθα τὰς ἀπείψησας ἐπ’ ἠπίας σὺ χεῖρας, ὦ ἄναξ, τείνας. ἐκ δεξιῆς τὸν πίνακα, Κοκκάλη, στῆσον τῆς Ὑγιίης μοι.