Ancient Greek
440.1
Herodas, Mimiambi 440.1
Unproofread scanNot analysed yet
Ἄστηθι, δούλη Ψύλλα· μέχρι τέο κείσῃ ῥέγχουσα; τὴν δὲ χοῖρον αὐόνη δρύπτει· ἢ προσμένεις σὺ μέχρι σευ ἥλιος θάλψει τὸν κυσὸν ἐσδύς; κῶς δ’, ἄτρυτε, κοὐ κάμνεις τὰ πλευρὰ κνώσσουσ’; αἱ δὲ νύκτες ἐννέωροι. ἄστηθι, φημί, καὶ ἄψον, εἰ θέλεις, λύχνον, καὶ τὴν ἄναγνον χοῖρον ἐς νομὴν πέμψον. τούνθρυζε καὶ κνῶ, μέχρις οὗ παραστάς σοι τὸ βρέγμα τῷ σκίπωνι μαλθακὸν θῶμαι. δειλὴ Μεγαλλί, καὶ σὺ Λάτμιον κνώσσεις; οὐ τἄργα σὲ τρύχουσιν· ἀλλὰ μὴν στέμμα ἐπ’ ἱρὰ διζόμεσθα· βαιὸς οὐχ ἡμῖν ἐν τῇ οἰκίῃ ’στι μαλλὸς εἰρίων. δειλή, ἄστηθι· σὺ τέ μοι τοῦναρ, εἰ θέλεις, Ἀννᾶ, ἄκουσον, οὐ γὰρ νηπίας φρένας βόσκεις. τράγον τιν’ ἕλκειν διὰ φάραγγος ὠΐσθην μακρῆς, ὁ δ’ εὐπώγων τε κεὐκέρως ἦν τις. [ἐπεὶ δ’ ἐδεῖτ’, ἄψ ἦλθον ἐκ δὲ τῆς βήσσης, ἠοῦς φαούσης, τοῦ κόπου γὰρ ἐσσῶμαι, σύθην ὅκου θύοντες αἰπόλοι πλείην τὴν κοιλάδ’ οὐλέων εἰρίων τ’ ἐποιεῦντο. κἠγὼ οὐκ ἐσύλευν ἀλλ’ ὁ μ’ αἴξ φυγὼν ἄλλης καὶ ἄλλης δρυὸς μάλ’ αὖτε γεύεται τρώγων.