Ancient Greek
78.1
Herodas, Mimiambi 78.1
Unproofread scanNot analysed yet
πρέπει γυναιξὶ ταῖς νέαις ἀπάγγελλε· τὴν Πυθέω δὲ Μητρίχην ἔα θάλπειν τὸν δίφρον· οὐ γὰρ ἐγγελᾷ τις εἰς Μάνδριν. ἀλλ’ οὐχὶ τούτων, φασί, τῶν λόγων Γυλλίς δεῖται· Θρέϊσσα τὴν μελαινίδ’ ἔκτριψον κἠκτημόρους τρεῖς ἐγχέασα τοῦ ἀκρήτου καὶ ὕδωρ ἐπιστάξασα δὸς πιεῖν ἁδρῷ. τῇ, Γυλλί, πῖθι. δεῖξον· οὐ παραλλάσσειν πείσουσά σ’ ἦλθον, ἀλλ’ ἕκητι τῶν ἱρῶν, ὧν οὕνεκέν μοι— Γυλλί, ὤνα’ οὐδ’ ὅσσον· ὡς σοί εὖ γένοιτο. μᾶ, τέκνον,. . . . . . . . . . ἡδύς γε, ναὶ Δήμητρα· Μητρίχης οἴνου ἡδίον’ οἶνον Γυλλὶς οὐ πέπωκέν κω. σὺ δ’ εὐτύχει μοι, τέκνον, ἀσφαλίζου δέ σαυτήν· ἐμοὶ δὲ Μυρτάλη τε καὶ Σίμη νέαι μένοιεν, ἔστ’ ἂν ἐμπνέῃ Γυλλίς.