Ancient Greek
Book 1, Chapter 6
Herodian, Ab excessu divi Marci 1.6.1
Not analysed yet
ὀλίγου μὲν οὖν τινὸς χρόνου πάντα ἐπράττετο τῇ γνώμῃ τῶν πατρῴων φίλων, οἳ πανημέριοι συνῆσαν αὐτῷ τὰ βέλτιστα συμβουλεύοντες, καὶ τοσοῦτον ἐνδιδόντες χρόνον ὅσον ἐνόμιζον αὐτάρκη πρὸς σώφρονα τοῦ σώματος ἐπιμέλειαν. παρεισδύντες δέ τινες τῶν ἐπὶ τῆς αὐλῆς οἰκετῶν διαφθείρειν ἐπειρῶντο νέον ἦθος βασιλέως, ὅσοι τε κόλακες τραπέζης, καὶ τὸ εὔδαιμον γαστρὶ καὶ τοῖς αἰσχίστοις μετροῦσιν, ὑπομιμνήσκοντες αὐτὸν τῆς ἐν Ῥώμῃ τρυφῆς, θεάματά τε καὶ ἀκούσματα τερπνὰ διηγούμενοι, τήν τε τῶν ἐπιτηδείων δαψίλειαν καταριθμοῦντες, διαβάλλοντές τε πᾶσαν τὴν ἐπὶ ταῖς ὄχθαις τοῦ Ἴστρου ὥραν, μήτε ὀπώρας εὔφορον κρυεράν τε ἀεὶ καὶ συννεφῆ.