Ancient Greek · ~5 min
1.6.2 to 1.6.5
Herodian, Ab excessu divi Marci 1.6.2-5
Not analysed yet
οὐ παύσῃ δὲ ἔλεγον, ὦ δέσποτα, πηγνύμενόν τε καὶ ὀρυττόμενον πίνων ὕδωρ; ἄλλοι δὲ ἀπολαύσουσι πηγῶν τε θερμῶν καὶ ψυχροῦ νάματος ἀτμίδων τε καὶ ἀέρων ὧν Ἰταλία μόνη εὔφορος; τοιαῦτα δή τινα τῷ μειρακίῳ ὑποτυπούμενοι ἤγειρον αὐτοῦ τὰς ὀρέξεις ἐς τὴν ἡδονῶν ἐπιθυμίαν. αἰφνιδίως δὲ καλέσας τοὺς φίλους ποθεῖν ἔλεγε τὴν πατρίδα: ὁμολογεῖν δὲ τὰς αἰτίας τῆς αἰφνιδίου ὁρμῆς αἰδούμενος, δεδιέναι προσεποιεῖτο μή τις ἐκεῖσε προκαταλάβοι τὴν βασίλειον ἑστίαν τῶν εὐπατριδῶν πλουσίων, εἶθ̓ ὥσπερ ἐξ ὀχυρᾶς ἀκροπόλεως δύναμιν καὶ περιβολὴν συγκροτήσας ἐπιθῆται τῇ ἀρχῇ: αὐτάρκης δὲ ὁ δῆμος χορηγῆσαι πλῆθος ἐπιλέκτων νεανιῶν. τοιαῦτά τινα προφασιζομένου τοῦ μειρακίου οἱ μὲν ἄλλοι συνεστάλησάν τε τὴν ψυχήν, καὶ σκυθρωπαῖς ταῖς ὄψεσιν ἐς γῆν ἔνευσαν: Πομπηιανὸς δέ, ὃς πρεσβύτατός τε ἦν ἁπάντων καὶ κατ̓ ἐπιγαμίαν προσήκων αὐτῷ ʽσυνῴκει γὰρ τῇ πρεσβυτάτῃ τῶν ἀδελφῶν τοῦ Κομμόδοὐ ποθεῖν μέν σε ἔφη, τέκνον καὶ δέσποτα, τὴν πατρίδα εἰκός: καὶ γὰρ αὐτοὶ τῶν οἴκοι ὁμοίᾳ ἐπιθυμίᾳ ἑαλώκαμεν. ἀλλὰ τὰ ἐνταῦθα προυργιαίτερα ὄντα καὶ μᾶλλον ἐπείγοντα ἐπέχει τὴν ἐπιθυμίαν. τῶν μὲν γὰρ ἐκεῖσε καὶ ὕστερον ἐπὶ πλεῖστον αἰῶνα ἀπολαύσεις, ἐκεῖ τε ἡ Ῥώμη ὅπου ποτ̓ ἂν ὁ βασιλεὺς ᾖ: τὸν δὲ πόλεμον ἀτελῆ καταλιπεῖν μετὰ τοῦ ἀπρεποῦς καὶ ἐπισφαλές: θάρσος γὰρ ἐμβαλοῦμεν τοῖς βαρβάροις, οὐκ ἐπανόδου πόθον ἀλλὰ