Ancient Greek
Book 1, Chapter 6
Herodian, Ab excessu divi Marci 1.6.6
Not analysed yet
φυγὴν καὶ δέος ἡμῶν καταγνοῦσι. καλὸν δέ σοι χειρωσαμένῳ πάντας αὐτούς, καὶ τὴν ὑπὸ τῇ ἄρκτῳ ἀρχὴν ὠκεανῷ ὁρίσαντα, ἐπανελθεῖν οἴκαδε θριαμβεύοντί τε καὶ δεσμίους ἀπάγοντι καὶ αἰχμαλώτους βασιλεῖς τε καὶ σατράπας βαρβάρους: τούτοις γὰρ καὶ οἱ πρὸ σοῦ Ῥωμαῖοι μεγάλοι τε καὶ ἔνδοξοι γεγόνασι. δεδιέναι δέ σε οὐ χρὴ μή τις ἐκεῖ τοῖς πράγμασιν ἐπιθῆται. οἵ τε γὰρ ἄριστοι τῆς βουλῆς ἐνταῦθα σὺν σοί: ἥ τε στρατιωτικὴ δύναμις παροῦσα πᾶσα τῆς σῆς ἀρχῆς προασπίζει: ταμιεῖά τε χρημάτων βασιλικῶν ἐνταῦθα πάντα: ἥ τε τοῦ πατρὸς μνήμη αἰώνιόν σοι πίστιν καὶ εὔνοιαν παρὰ τῶν ἀρχομένων ἐβεβαίωσεν.