Ancient Greek · ~2 min
Book 2, Chapter 11
Herodian, Ab excessu divi Marci 2.11.9
Not analysed yet
μεσημβρίαν βλέπουσαν διῆκον. ἀλλ̓ οὐδὲ τῆς πόλεως προελθεῖν Ἰουλιανὸς ἐτόλμα: διέπεμπέ τε, τῶν στρατιωτῶν δεόμενος ὁπλίζεσθαί τε καὶ γυμνάζεσθαι, πρὸ δὲ τῆς πόλεως τάφρους διορύττειν. καὶ τὴν πρὸς Σἑ̣?ʼῆρον μάχην ὡς ἐν τῇ πόλει ποιησόμενος παρεσκεύαζε: τούς τε ἐλέφαντας πάντας, οἳ ἐς πομπὴν ὑπηρετοῦσι Ῥωμαίοις, πύργους καὶ ἄνδρας φέρειν ἐπὶ τῶν νώτων ἐπαίδευεν, οἰόμενος οὕτως ἐκπλήξειν τούς τε Ἰλλυριούς, καὶ τὴν τῶν πολεμίων ἵππον διαταράξειν ὄψει καὶ μεγέθει θηρίων μὴ πρότερον αὐτοῖς ἑωραμένων. τότε δὴ πᾶσα ἡ πόλις ὅπλα εἰργάζετο καὶ τὰ πρὸς πόλεμον παρεσκευάζετο.