Ancient Greek · ~7 min
2.12.1 to 2.12.6
Herodian, Ab excessu divi Marci 2.12.1-6
Not analysed yet
μελλόντων δὲ τῶν Ἰουλιανοῦ στρατιωτῶν ἔτι καὶ τὰ πρὸς πόλεμον ἕτοιμα ποιούντων, ἀγγέλλεται ὁ Σἑ̣?ʼῆρος ἤδη προσιών. καὶ πολὺ τοῦ στρατεύματος μέρος διασκεδάσας ἐκεῖνος καλεύει παρεισδύεσθαι ἐς τὴν πόλιν. οἳ δὲ κατὰ πάσας ὁδοὺς διανείμαντες αὑτούς, πολλοὶ δ̓ ἐς Ῥώμην νύκτωρ λανθάνοντες εἰσῄεσαν, τὰ ὅπλα ὑποκρύπτοντες, ἐν ἰδιωτῶν σχήματι. καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν τοῦ Ἰουλιανοῦ ἔτι ὑπτιάζοντος καὶ τὰ πραττόμενα ἀγνοοῦντος. ἐπεὶ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν ταραχῇ πολλῇ πάντες ἦσαν, καὶ δεδιότες τὴν δύναμιν τοῦ Σἑ̣?ʼήρου τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρίαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν: τὸν δὲ Σἑ̣?ʼῆρον ἀκούοντες ἤδη παρόντα ἐθαύμαζον. ὁ δὲ Ἰουλιανὸς πολλῇ καταλαμβανόμενος ἀφασίᾳ τε καὶ ἀπορίᾳ, ὅπως χρήσεται τοῖς πράγμασιν οὐκ εἰδώς, ἀθροισθῆναι κελεύσας τὴν σύγκλητον καταπέμπει γράμματα, δἰ ὧν ἐσπένδετο δὴ πρὸς τὸν Σἑ̣?ʼῆρον καὶ αὐτοκράτορα ἀναδείξας κοινωνὸν τῆς βασιλείας ἐποιεῖτο. ἡ δὲ σύγκλητος ἐψηφίσατο μὲν ταῦτα, ὁρῶντες δὲ τὸν Ἰουλιανὸν ἀποδειλιῶντα καὶ ἐν ἀπογνώσει, τῷ Σἑ̣?ʼήρῳ πάντες ἤδη προσετίθεντο. δύο δέ που ἢ τριῶν ἡμερῶν παραδραμουσῶν, ἐπείπερ ἤδη τὸν Σἑ̣?ʼῆρον καὶ αὐτῇ τῇ πόλει ἐπιστησόμενον ἤκουον, καταφρονήσαντες τοῦ Ἰουλιανοῦ συνίασιν ἐς τὸ συνέδριον, τῶν ὑπάτων κελευσάντων, οἳ τὰ τῆς Ῥώμης διοικεῖν εἰώθασιν ὁπηνίκα ἂν τὰ τῆς βασιλείας μετέωρα ᾖ. συνελθόντες τοίνυν περὶ τῶν πρακτέων ἐσκέπτοντο, τοῦ Ἰουλιανοῦ ἔτι ὄντος ἐν τῇ βασιλείῳ αὐλῇ καὶ τὰς παρούσας ὀδυρομένου τύχας, ἱκετεύοντός τε ἐξομόσασθαι τὴν ἀρχὴν καὶ παραχωρῆσαι πάσης τῆς δυναστείας τῷ Σἑ̣?ʼήρῳ. ὡς δὲ ἔμαθεν ἡ σύγκλητος τὸν Ἰουλιανὸν οὕτω κατεπτηχότα, τὴν δὲ δορυφόρον φρουρὰν διὰ δέος τοῦ Σἑ̣?ʼήρου αὐτὸν ἐγκαταλιποῦσαν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδειχθῆναι δὲ μόνον αὐτοκράτορα τὸν Σἑ̣?ʼῆρον: πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπουσιν ἀπὸ τῶν ἐν ἀρχαῖς ὄντων καὶ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας αὐτῷ προσφέρειν τὰς σεβασμίους