Ancient Greek
2.13.2 to 2.13.3
Herodian, Ab excessu divi Marci 2.13.2-3
Not analysed yet
Σἑ̣?ʼήρου κελευομένοις: ἐκπέμπει δὲ καὶ κοινὴν ἐπιστολὴν πρὸς τὸ στρατόπεδον, κελεύων καταλιπεῖν μὲν ἐν τῷ στρατοπέδῳ πάντα, αὐτοὺς δὲ ἐξελθεῖν εἰρηνικῷ σχήματι, ὥσπερ εἰώθασι θύοντος ἢ ἑορτάζοντος βασιλέως προπομπεύειν, ὀμόσαι τε ἐς τὸ Σἑ̣?ʼήρου ὄνομα, καὶ μετ̓ ἀγαθῶν ἐλπίδων ἐλθεῖν ὡς μέλλοντας τὸν Σἑ̣?ʼῆρον δορυφορήσειν. πιστεύσαντες δὴ οἱ στρατιῶται τοῖς ἐπεσταλμένοις, πεισθέντες τε ὑπὸ τῶν χιλιαρχούντων, τὰ μὲν ὅπλα κατέλιπον πάντα, αὐτοὶ δὲ ἐν μόναις ταῖς πομπικαῖς ἐσθῆσι δαφνηφοροῦντες ἠπείγοντο. ὡς δὲ πρὸς τῷ στρατοπέδῳ τοῦ Σἑ̣?ʼήρου ἐγένοντο, ἠγγέλησάν τε ἀφικόμενοι ἐς τὸ πεδίον, οὕτως αὐτοὺς ὁ Σἑ̣?ʼῆρος συνελθεῖν κελεύει