Ancient Greek · ~2 min
Book 2, Chapter 13
Herodian, Ab excessu divi Marci 2.13.4
Not analysed yet
ὡς δὴ δεξιωσόμενος καὶ προσαγορεύσων. ὡς δὲ ἀνελθόντα αὐτὸν ἐπὶ τὸ βῆμα προσῆλθον ὁμοθυμαδὸν εὐφημήσοντες, πάντες ὑφ̓ ἑνὶ συνθήματι συλλαμβάνονται: προείρητο γὰρ τῷ τοῦ Σἑ̣?ʼήρου στρατῷ, ὁπηνίκα ἂν στῶσιν ἐς τὸν βασιλέα ἀποβλέποντες μετέωρόν τε τὴν γνώμην ἔχοντες, κυκλώσασθαι αὐτοὺς πολεμίῳ νόμῳ, καὶ τιτρώσκειν μὲν ἢ παίειν μηδένα, συνέχειν δὲ καὶ φρουρεῖν φράξαντας ἐν κύκλῳ τοῖς ὅπλοις, τάς τε διβολίας καὶ τὰ δόρατα ἐπισείειν, ὡς δέει τοῦ τρωθῆναι γυμνοί τε πρὸς ὡπλισμένους καὶ