Ancient Greek · ~2 min
2.3.10 to 2.3.11
Herodian, Ab excessu divi Marci 2.3.10-11
Not analysed yet
σώφρονα τῶν καλῶς πορισθέντων. ταῦτα δὴ ὑμᾶς ἐγνωκότας χρὴ συναίρεσθαι, καὶ κοινὴν τῆς ἀρχῆς τὴν διοίκησιν νομίζοντας, ἀριστοκρατίαν τε ἀλλ̓ οὐ τυραννίδα ὑπομενοῦντας, αὐτούς τε ἀγαθὰς ἔχειν ἐλπίδας καὶ πᾶσι τοῖς ἀρχομένοις ταῦτα ὑπισχνεῖσθαι. τοιαῦτα ὁ Περτίναξ εἰπὼν ὑπερῆσέ τε τὴν σύγκλητον βουλήν, καὶ πρὸς πάντων εὐφημηθείς, πάσης τε τιμῆς καὶ αἰδοῦς παῤ αὐτῶν τυχών, ἔς τε τὸν τοῦ Διὸς νεὼν καὶ τὰ λοιπὰ ἱερὰ πεμφθείς, τάς τε ὑπὲρ τῆς βασιλείας θυσίας τελέσας, ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν.