Ancient Greek · ~2 min
Book 2, Chapter 4
Herodian, Ab excessu divi Marci 2.4.1
Not analysed yet
ἐπεὶ δὲ διεφοίτησεν ἡ φήμη τῶν τε λεχθέντων ὑπ’ αὐτοῦ ἐν τῇ συγκλήτῳ καὶ τῶν πρὸς τὸν δῆμον γραφέντων, ὑπερήδοντο πάντες, σεμνὸν καὶ ἤπιον ἄρχοντα καὶ πατέρα, οὐ βασιλέα ἕξειν ἐλπίζοντες. τούς τε γὰρ στρατιώτας ἐκέλευσε παύσασθαι τῆς πρὸς τοὺς δημότας ὕβρεως καὶ μήτε πελέκεις φέρειν μετὰ χεῖρας μήτε παίειν τινὰ τῶν παριόντων, ἔς τε τὸ κόσμιον καὶ εὔτακτον μετάγειν πάντα ἐπειρᾶτο, ἔν τε ταῖς προόδοις καὶ τοῖς δικαστηρίοις πρᾶον καὶ ἥμερον ἦθος ἐπεδείκνυτο.