Ancient Greek
2.4.2 to 2.4.3
Herodian, Ab excessu divi Marci 2.4.2-3
Not analysed yet
καὶ τῆς Μάρκου ἀρχῆς ζήλῳ τε καὶ μιμήσει τοὺς μὲν πρεσβυτέρους ὑπομιμνήσκων εὔφραινε, τοὺς δ̓ ἄλλους πάντας ἐξ ὠμῆς καὶ ἐφυβρίστου τυραννίδος ἐς σώφρονα καὶ ἀμέριμνον βίον μεταχθέντας ῥᾷστα ἐς εὔνοιαν ᾠκειώσατο. τῆς τε ἡμέρου ἀρχῆς ἡ φήμη διαθέουσα πάντα ἔθνη καὶ πάντα στρατόπεδα, ὅσα τε Ῥωμαίοις ὑπήκοα καὶ ὅσα φίλα, ἐκθειάζειν αὐτοῦ τὴν ἀρχὴν ἔπειθεν. ἀλλὰ μὴν καὶ τῶν βαρβάρων ὅσοι πρότερον ἀφηνίαζον ἢ ἐστασίαζον, φόβῳ τε καὶ μνήμῃ τῆς ἐν ταῖς προτέραις αὐτοῦ στρατείαις ἀρετῆς, πίστει τε γνώμης ὅτι μηδένα ἑκὼν ἀδικήσει ποτέ, ἑκάστῳ τὸ κατ̓ ἀξίαν ἀπονέμων, χάριτος ἀπρεποῦς καὶ βίας ὠμῆς ἀλλότριος, ἑκόντες αὐτῷ προσεχώρουν. πρεσβεῖαί τε πανταχόθεν ἀφικνοῦντο, συνηδομένων ἁπάντων τῇ Ῥωμαίων ὑπὸ Περτίνακι ἀρχῇ.