Ancient Greek · ~7 min
2.4.5 to 2.4.9
Herodian, Ab excessu divi Marci 2.4.5-9
Not analysed yet
ἀρχῆς οὐκ ἔφερον εὐταξίαν. ἀλλὰ τὰ μὲν πρῶτα κατ̓ ὀλίγον ὀκνηρούς τε καὶ ἀπειθεῖς αὑτοὺς τοῖς κελευομένοις παρεῖχον: τὸ δὲ τελευταῖον, οὐδ̓ ὅλων μηνῶν δύο τῆς βασιλείας αὐτῷ προκεχωρηκυίας, ἐπιδειξαμένου τε ἐν ὀλίγῳ χρόνῳ πολλὰ σώφρονα καὶ χρηστὰ ἔργα, ἐλπίδων τε ἀγαθῶν τοῖς ἀρχομένοις ὑποφαινομένων, ἐβάσκηνε πάντα καὶ ἀνέτρεψε πονηρὰ τύχη, ἐκώλυσέ τε θαυμαστὰ καὶ ἐπωφελῆ τοῖς ὑπηκόοις ἔργα ἐς τέλος ἀχθῆναι. πρῶτον μὲν γὰρ πᾶσαν τὴν κατ̓ Ἰταλίαν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀγεώργητόν τε καὶ παντάπασιν οὖσαν ἀργὸν ἐπέτρεψεν, ὁπόσην τις βούλεται καὶ δύναται, εἰ καὶ βασιλέως κτῆμα εἴη, καταλαμβάνειν, ἐπιμεληθέντι τε καὶ γεωργήσαντι δεσπότῃ εἶναι: ἔδωκέ τε γεωργοῦσιν ἀτέλειαν πάντων ἐς δέκα ἔτη, καὶ διὰ παντὸς δεσποτείας ἀμεριμνίαν. τοῖς τε βασιλικοῖς κτήμασιν ἐκώλυσεν αὑτοῦ τοὔνομα ἐπιγράφεσθαι, εἰπὼν αὐτὰ οὐκ ἴδια τοῦ βασιλεύοντος εἶναι, ἀλλὰ κοινὰ καὶ δημόσια τῆς Ῥωμαίων ἀρχῆς. τέλη τε πάντα τὰ πρότερον ἐπὶ τῆς τυραννίδος ἐς εὐπορίαν χρημάτων ἐπινοηθέντα ἐπί τε ὄχθαις ποταμῶν καὶ λιμέσι πόλεων ἔν τε ὁδῶν πορείαις, καταλύσας ἐς τὸ ἀρχαῖον καὶ ἐλεύθερον ἀφῆκεν. ἐμέλλησε δ̓ ἂν ἔτι καὶ πλείονα, ὥς γε τὰ τῆς προαιρέσεως ἐνεδείκνυτο, εὐεργετήσειν τοὺς ὑπηκόους, ἐπεὶ καὶ τοὺς συκοφάντας τῆς πόλεως ἦν διώξας καὶ τοὺς πανταχόθεν κολασθῆναι κελεύσας, τοῦ μηδένα ἐπηρεάζεσθαι μηδὲ ματαίοις ἐγκλήμασι περιπίπτειν προνοούμενος. ἐν ἀδείᾳ τε καὶ μακαρίῳ βίῳ ἥ τε σύγκλητος μάλιστα καὶ οἱ λοιποὶ πάντες βιώσεσθαι προσεδόκων. οὕτω γὰρ μέτριος καὶ ἰσότιμος ἦν ὡς καὶ τὸν υἱὸν αὑτοῦ ἤδη μειράκιον ὄντα μηδὲ ἐς τὴν βασίλειον αὐλὴν ἀναγαγεῖν, ἀλλ̓ ἔν τε τῇ πατρῴᾳ μένειν οἰκίᾳ, καὶ ἐς τὰ συνήθη προϊόντα διδασκαλεῖα καὶ γυμνάσια ἰδιωτεύοντα ὁμοίως τοῖς λοιποῖς παιδεύεσθαί τε καὶ πάντα πράττειν, οὐδαμοῦ τῦφον ἢ πομπὴν παρεχόμενον βασιλικήν.