Ancient Greek · ~6 min
2.5.1 to 2.5.5
Herodian, Ab excessu divi Marci 2.5.1-5
Not analysed yet
τοιαύτης δὲ εὐμοιρίας καὶ εὐταξίας κατεχούσης τὸν βίον, μόνοι οἱ δορυφόροι, ἀσχάλλοντες μὲν ἐπὶ τοῖς παροῦσι, ποθοῦντες δὲ τὰς ἐπὶ τῆς προγενομένης τυραννίδος ἁρπαγάς τε καὶ βίας ἔν τε ἀσωτίαις καὶ κραιπάλαις, ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα ὡς ὄντα αὐτοῖς βαρὺν καὶ ἐπαχθῆ, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς ἄνετον καὶ ἀκόλαστον παρέξοντα ἐξουσίαν. αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος ἀλλὰ πάντων ἐν ἡσυχίᾳ διατριβόντων, θυμῷ καὶ ἀλόγῳ ὁρμῇ ἐκ τοῦ στρατοπέδου δρόμῳ φερόμενοι αὐτοὶ ἡμέρας ἀκμαζούσης ἐπεισῆλθον τοῖς βασιλείοις, τά τε δόρατα διατεινάμενοι καὶ τὰ ξίφη σπασάμενοι. τῷ δὲ παραδόξῳ τοῦ ἔργου καὶ ἀνελπίστῳ οἱ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, ὀλίγοι τε πρὸς πολλοὺς καὶ ἄνοπλοι πρὸς ὡπλισμένους, οὐκ ἔμενον, ἀλλ̓ ἕκαστος ἣν ἐγκεχείριστο φρουρὰν λιπὼν ἢ ἐπὶ τῇ αὐλείῳ ἢ ἐπὶ ταῖς λοιπαῖς εἰσόδοις ἔφευγον. ὀλίγοι δέ τινες τῶν εὐνοούντων, διαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον, συνεβούλευον φυγεῖν τῇ τε τοῦ δήμου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. ὃ δὲ καὶ τοῖς συμβουλεύουσιν αὐτῷ πρὸς τὸ παρὸν ὠφέλιμα μὴ πεισθείς, ἀπρεπῆ δὲ καὶ ἀνελεύθερα βασιλείας τε ἀνάξια καὶ τῶν προβεβιωμένων αὑτῷ καὶ προπεπραγμένων νομίσας, φεύγειν μὲν ἢ λαθεῖν οὐκ ἠθέλησεν, ὁμόσε δὲ χωρήσας τῷ πράγματι προῆλθεν ὡς διαλεξόμενος αὐτοῖς, ἐλπίσας πείσειν τε αὐτοὺς καὶ παύσειν τῆς ἀλόγου ἐς τὸ παρὸν ὁρμῆς. καὶ δὴ τοῦ δωματίου προελθών, ὑπαντώμενος αὐτοῖς πυνθάνεσθαί τε ἐπειρᾶτο τὰς αἰτίας τῆς ὁρμῆς, πείθειν τε ἐπεχείρει μὴ ἐνθουσιᾶν, μένων καὶ τότε ἐν σώφρονι καὶ σεμνῷ σχήματι καὶ τηρῶν τὸ τοῦ βασιλέως ἀξίωμα, οὐδέν τι κατεπτηχότος οὐδὲ ἀποδειλιῶντος καὶ ἱκετεύοντος σχῆμα ἐνδεικνύμενος.