Ancient Greek · ~2 min
Book 2, Chapter 6
Herodian, Ab excessu divi Marci 2.6.13
Not analysed yet
τὸν δῆμον ὡς ἐναντιωσόμενον. ἀναλαβόντες οὖν τὰς πανοπλίας καὶ φράξαντες αὑτοὺς οἱ στρατιῶται ἐς φάλαγγος σχῆμα ὡς, εἰ δέοι, καὶ πολεμήσοντες, ἐν μέσοις αὑτοῖς ἔχοντες τὸν ἴδιον βασιλέα, ὑπέρ τε τῆς κεφαλῆς αἰωροῦντες τὰς ἀσπίδας καὶ τὰ δόρατα, μή που καὶ λίθων τις βολὴ ἀπὸ τῶν δωμ̣̔?ʼτων ἐπὶ τῇ πομπῇ γένοιτο, ἀνήγαγον αὐτὸν ἐς τὰ βασίλεια, μηδενὸς τῶν δημοτῶν μήτε ἀντιστῆναι τολμῶντος μήτε μὴν εὐφημοῦντος ὥσπερ εἰώθασι προπέμπειν τοὺς βασιλέας: τοὐναντίον δὲ καὶ πόρρωθεν ἑστῶτες ἐβλασφήμουν καὶ κακῶς ἠγόρευον ἅτε χρημάτων ἀντικαταλλαξάμενον τὴν ἀρχήν.