Ancient Greek · ~2 min
Book 2, Chapter 6
Herodian, Ab excessu divi Marci 2.6.14
Not analysed yet
τότε δὲ καὶ πρῶτον ὑποδιεφθάρη τὰ τῶν στρατιωτῶν ἤθη, καὶ χρημάτων ἐδιδάχθησαν ἄπληστον καὶ αἰσχρὰν ἐπιθυμίαν καταφρόνησίν τε τῆς πρὸς τοὺς ἄρχοντας αἰδοῦς. τὸ γὰρ μήτε τοῖς οὕτως ὠμῶς τετολμημένοις ἐν φόνῳ τῷ βασιλικῷ ἐπεξιέναι τινά, μήτε τὴν οὕτως ἀπρεπῶς ἐπὶ χρήμασι κηρυχθεῖσαν καὶ πραθεῖσαν ἀρχὴν εἶναι τὸν κωλύοντα, ἀρχηγὸν καὶ αἴτιον ἀπρεποῦς καὶ ἀπειθοῦς καταστάσεως καὶ ἐς τὰ ἐπιόντα ἐγένετο, ἀεὶ αὐτοῖς τῆς φιλοχρηματίας καὶ τῆς τῶν ἀρχόντων καταφρονήσεως καὶ μέχρις αἵματος αὐξηθείσης.