Ancient Greek
Book 3, Chapter 1
Herodian, Ab excessu divi Marci 3.1.1
Not analysed yet
Τὸ μὲν δὴ Περτίνακος τέλος καὶ Ἰουλιανοῦ καθαίρεσις, ἥ τε Σἑ̣?ʼήρου ἐς τὴν Ῥώμην ἄφιξις, ἥ τε ἐπὶ Νίγρον ἔξοδος, ἐν τῷ πρὸ τούτου συγγράμματι δεδήλωται: ὁ δὲ Νίγρος, ἐπεὶ ἠγγέλη αὐτῷ μηδέν τι τοιοῦτον προσδεχομένῳ κατειληφὼς μὲν τὴν Ῥώμην ὁ Σἑ̣?ʼῆρος, ὑπό τε τῆς συγκλήτου αὐτοκράτωρ ἀναδειχθείς, ἄγων δὲ πάντα ἐπ’ αὐτὸν τὸν Ἰλλυρικὸν στρατὸν πεζήν τε καὶ ναυτικὴν δύναμιν ἄλλην, ἐν μεγίστῃ ταραχῇ ἦν, διέπεμπέ τε κατὰ ἔθνη πρὸς τοὺς ἡγουμένους, τάς τε εἰσόδους πάσας καὶ λιμένας φυλάττεσθαι