Ancient Greek · ~7 min
3.1.2 to 3.1.7
Herodian, Ab excessu divi Marci 3.1.2-7
Not analysed yet
κελεύων. ἔπεμπε δὲ καὶ πρὸς τὸν βασιλέα Παρθυαίων τε καὶ Ἀρμενίων καὶ Ἀτρηνῶν, συμμάχους αἰτῶν. ὁ μὲν οὖν Ἀρμένιος ἀπεκρίνατο μηδετέρῳ συμμαχήσειν, ἀγαπητῶς δὲ τὰ ἑαυτοῦ φυλάξειν ἤδη προσιόντος Σἑ̣?ʼήρου: ὁ δὲ Παρθυαῖος ἐπιστελεῖν ἔφη τοῖς σατράπαις δύναμιν ἀθροίζειν: οὕτω γὰρ εἴωθεν, ὁπηνίκα ἂν δεηθῇ στρατὸν συλλέγειν, τῷ μὴ ἔχειν μισθοφόρους καὶ συνεστὸς στρατιωτικόν. Ἀτρηνοὶ δὲ ἦλθον αὐτῷ τοξόται σύμμαχοι, πέμψαντος Βαρσημίου, ὃς τῶν τόπων ἐβασίλευε. τὸ δὲ λοιπὸν στρατιωτικὸν ἤθροιζεν ἐκ τῶν ἐκεῖ στρατοπέδων πᾶν. πλεῖστοι δὲ καὶ τῶν δημοτῶν τῆς Ἀντιοχείας, μάλιστα ὑπὸ κουφότητος νεανίαι καὶ τῆς περὶ τὸν Νίγρον σπουδῆς, ἐπέδοσαν αὑτοὺς ἐς στρατείαν, προπετῶς μᾶλλον ἢ ἐμπείρως τοῦτο ποιοῦντες. ἐκέλευε δὲ καὶ τοῦ Ταύρου ὄρους τὰ στενὰ καὶ κρημνώδη διαφράττεσθαι γενναίοις τείχεσί τε καὶ ἐρύμασι, πρόβλημα ὀχυρὸν νομίζων τῶν ἐν τῇ ἀνατολῇ ὁδῶν τὸ δύσβατον τοῦ ὄρους: ὁ γὰρ Ταῦρος μεταξὺ ὢν Καππαδοκίας τε καὶ Κιλικίας διακρίνει τά τε τῇ ἄρκτῳ καὶ τὰ τῇ ἀνατολῇ ἔθνη προσκείμενα. προύπεμψέ τε καὶ στρατιὰν προκαταληψομένην τὸ Βυζάντιον, πόλιν τῶν ἐπὶ Θρᾴκης μεγίστην τότε καὶ εὐδαίμονα, πλήθει τε ἀνδρῶν καὶ χρημάτων ἀκμάζουσαν: κειμένη γὰρ ἐπὶ τῷ στενωτάτῳ τῆς Προποντίδος πορθμῷ προσόδοις ταῖς ἀπὸ θαλάττης τελῶν τε καὶ ἁλείας μεγάλως ὠφελεῖτο, γῆν τε πολλὴν καὶ εὐδαίμονα κεκτημένη ἐξ ἑκατέρου τῶν στοιχείων πλεῖστα ἐκέρδαινεν. ὅθεν αὐτὴν οὖσαν δυνατωτάτην ὁ Νίγρος προκαταλαβεῖν ἠθέλησε, καὶ μάλιστα ἐλπίζων δύνασθαι κωλύειν τὴν ἀπὸ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν κατὰ τὸν πορθμὸν διάβασιν. περιτετείχιστό τε γενναίῳ τε καὶ μεγίστῳ ἡ πόλις τείχει, πεποιημένῳ μυλίτου λίθου ἐς τετράγωνον εἰργασμένου, τοσαύτῃ τε συναφείᾳ καὶ κολλήσει ὡς μηδένα οἴεσθαι τὸ ἔργον σύνθετον, ἑνὸς δὲ λίθου πᾶν πεποιῆσθαι. ἔτι γοῦν καὶ νῦν τὰ μένοντα αὐτοῦ ἐρείπια καὶ λείψανα ἰδόντι θαυμάζειν ἔστι καὶ τὴν τέχνην τῶν τὴν ἀρχὴν κατασκευασάντων καὶ τὴν ἀλκὴν τῶν ὕστερον καθῃρηκότων. ὁ μὲν δὴ Νίγρος οὕτως ἐξήρτυε τὰ καθ̓ ἑαυτὸν