Ancient Greek · ~2 min
Book 3, Chapter 12
Herodian, Ab excessu divi Marci 3.12.2
Not analysed yet
τινὰ ἀγγέλλων. οἳ δὲ δηλώσαντες τῷ Σἑ̣?ʼήρῳ, καὶ κελεύσαντος αὐτοῦ, τὸν χιλίαρχον εἰσήγαγον. ὃ δὲ εἰσελθών ἥκω σοι ἔφη, ὦ δέσποτα, ὡς μὲν ὁ πέμψας οἴεται, φονεὺς καὶ δήμιος, ὡς δ̓ αὐτὸς εὔχομαί τε καὶ βούλομαι, σωτήρ τε καὶ εὐεργέτης. Πλαυτιανὸς γὰρ ἐπιβουλεύων τῇ ἀρχῇ ἐνετείλατό μοι φόνον σόν τε καὶ τοῦ παιδός, καὶ τοῦτο οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι: καὶ μαρτυρεῖ τὸ γραμματεῖον. ἐγὼ δὲ ὑπεσχόμην μέν, ὅπως μὴ ἐμοῦ τὸ ἔργον παραιτησαμένου ἄλλῳ ἐγχειρισθῇ: σοὶ δὲ ταῦτα δηλώσων