Ancient Greek · ~1 min
Book 3, Chapter 12
Herodian, Ab excessu divi Marci 3.12.3
Not analysed yet
ἥκω, ὡς ἂν μὴ λάθῃ τὰ τολμώμενα. τοιαῦτά τινα λέγοντος αὐτοῦ καὶ δακρύοντος οὐκ εὐθέως ὁ Σἑ̣?ʼῆρος ἐπίστευσεν, ἀλλ̓ ἅτε πολὺ ἔχων ἐν τοῖς στέρνοις τὸ Πλαυτιανοῦ φίλτρον, συσκευήν τινα καὶ σκηνὴν τὸ πρᾶγμα ὑπώπτευσεν, ἡγεῖτό τε τὸν υἱὸν αὑτοῦ ἔχθει τῷ Πλαυτιανοῦ καὶ μίσει τῆς ἐκείνου θυγατρὸς εὑρηκέναι τινὰ τέχνην κατ̓ αὐτοῦ καὶ διαβολὴν