Ancient Greek · ~2 min
Book 3, Chapter 12
Herodian, Ab excessu divi Marci 3.12.4
Not analysed yet
θανατηφόρον. μεταπεμψάμενος δὲ τὸν υἱὸν ᾐτιᾶτο ὡς τοιαῦτα συσκευάζοντα κατ̓ ἀνδρὸς εὔνου καὶ οἰκείου. ὁ δὲ Ἀντωνῖνος τὰ μὲν πρῶτα ἀπώμνυτο, μηδ̓ εἰδέναι φάσκων τὰ λεγόμενα: ἐγκειμένου δὲ τοῦ χιλιάρχου καὶ τὸ γραμματεῖον δεικνύοντος παρεθάρσυνέ τε αὐτὸν καὶ προύτρεπεν ἐς τοὺς ἐλέγχους ὁ Ἀντωνῖνος. ὁ δὲ χιλιάρχης ὁρῶν ἐς ὅσον κίνδυνον ἥκει, δεδιώς τε τὴν πρὸς τὸν Πλαυτιανὸν τοῦ Σἑ̣?ʼήρου εὔνοιαν, ἐπιστάμενός τε ὡς, εἰ λάθοι ἡ ἐπιβουλὴ καὶ μὴ ἐλεγχθείη, ὄλεθρος αὐτῷ οὐχ ὁ τυχὼν ἐπήρτηται,