Ancient Greek · ~3 min
3.13.1 to 3.13.2
Herodian, Ab excessu divi Marci 3.13.1-2
Not analysed yet
ὁ δὲ Σἑ̣?ʼῆρος τοῦ μὲν λοιποῦ ἐπάρχοντας δύο τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα τοῦ βίου διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις καὶ τοῖς παραλίοις τῆς Καμπανίας χωρίοις, δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν. ἀπάγειν γὰρ ἤθελε τοὺς παῖδας τῆς ἐν Ῥώμῃ διαίτης, χρηστῆς δὲ ἀπολαύειν, ἐπείπερ αὐτοὺς ἑώρα περὶ τὰ θεάματα ἐσπουδακότας ἀπρεπέστερον ἢ βασιλεῦσιν ἥρμοζεν. ἥ τε περὶ ἐκεῖνα σπουδὴ καὶ φιλονεικία, διάφορον ἔχουσα καὶ ἀντίπαλον ἀεὶ τὴν γνώμην, τῶν ἀδελφῶν ἐτάραττε τὰς ψυχάς, ἐναύσματά τε ἔριδος καὶ ἔχθρας παρεῖχε. μάλιστα δὲ ὁ Ἀντωνῖνος ἀφόρητος ἦν ἀποσκευασάμενος τὸν Πλαυτιανόν. ᾐδεῖτο δὲ καὶ ἐφοβεῖτο τὸν πατέρα πρᾶξαί τι ἀνήκεστον: τῇ τε θυγατρὶ μὲν ἐκείνου γυναικὶ δὲ αὑτοῦ