Ancient Greek · ~2 min
Book 3, Chapter 13
Herodian, Ab excessu divi Marci 3.13.3
Not analysed yet
παντὶ τρόπῳ θάνατον ἐμηχανᾶτο. ὁ δὲ Σἑ̣?ʼῆρος αὐτήν τε ἐκείνην καὶ τὸν ἀδελφὸν αὐτῆς ἐς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν ἐς τὸ διαβιοῦν δαψιλῶς, μιμησάμενος τὸν Σεβαστόν: καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίου παισί, πολεμίου γενομένου, οὕτως ἐχρήσατο. αὐτὸς δὲ ἐπειρᾶτο συνάγειν ἀεὶ τοὺς παῖδας ἐς φιλίαν καὶ προτρέπειν ἐς ὁμόνοιαν καὶ συμφωνίαν, μύθων τε ἀρχαίων καὶ δραμάτων ὑπεμίμνησκεν, ἀεὶ βασιλέων ἀδελφῶν συμφορὰς ἐκ στάσεως