Ancient Greek
Book 3, Chapter 13
Herodian, Ab excessu divi Marci 3.13.6
Not analysed yet
δὲ καὶ ἐπεδίδοσαν ἐς τὸ χεῖρον. ἅτε δὲ νεανίας σφριγῶντας καὶ ὑπὸ βασιλικῆς ἐξουσίας ἐς πάσας ἡδονῶν ὀρέξεις ἀπλήστως ὁρμωμένους ἕκαστοι τῶν κολακευόντων ἀνθεῖλκον πρὸς αὑτούς, οὐ μόνον ὑπηρετούμενοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ταῖς περὶ τὰ αἴσχιστα σπουδαῖς, ἀλλὰ καὶ ἀεί τι καινὸν ἐξευρίσκοντες, δἰ οὗ εὐφρανοῦσι μὲν ὃν ἐκολάκευον, λυπήσουσι δὲ τὸν ἀδελφόν. ἤδη γοῦν τινὰς καὶ λαβὼν ἐπὶ τοιαύταις ὑπηρεσίαις ὁ Σἑ̣?ʼῆρος ἐκόλασεν.