Ancient Greek · ~2 min
3.13.4 to 3.13.5
Herodian, Ab excessu divi Marci 3.13.4-5
Not analysed yet
διηγούμενος. θησαυρούς τε καὶ νεώς, πάντα ἐδείκνυε χρημάτων πλήρη, πλοῦτόν τε καὶ δύναμιν οὐκ ἔσεσθαι ἔξωθεν ἐπιβουλεῦσαι, τοσαύτης μὲν οὔσης οἴκοι περιουσίας ὡς ἀφειδῶς καὶ δαψιλῶς τοῖς στρατιώταις χορηγεῖν, τῆς τε ἐν Ῥώμῃ δυνάμεως αὐτῆς τετραπλασιασθείσης, καὶ στρατοπέδου τοσούτου πρὸ τῆς πόλεως ἱδρυθέντος ὡς μηδεμίαν εἶναι δύναμιν ἔξωθεν ἐχέγγυον μηδ̓ ἀντίπαλον πλήθει στρατοῦ μήτε μεγέθει σωμάτων μήτε χρημάτων περιουσίᾳ. πλὴν οὐδὲν ὄφελος τούτων πάντων ἔλεγε στασιαζόντων πρὸς ἀλλήλους, τοῦ τε πολέμου ἔνδον ὄντος. ὃ μὲν δὴ τοιαῦτά τινα λέγων ἑκάστοτε, ποτὲ μὲν λιπαρῶν ποτὲ δὲ ἐπιπλήττων, σωφρονίζειν αὐτοὺς ἅμα καὶ συνάγειν ἐπειρᾶτο: οἳ δ̓ οὔτι γε ἐπείθοντο, ἀφηνίαζον